1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

ἁμαρτήματος ἐπαγγέλλονται, μόνον εἴ τις τὴν πολυθρύλλητον αὐτῶν προσευχὴν παρ' αὐτοῖς μελετήσας μύστης σχέδιος τῆς ἐκείνων κυβείας ἐγένετο, ὡς καί τινας τῶν τοιούτων πρὸ τῆς ἀπαλλαγῆς τῶν ἁμαρτημάτων ἄγειν αὐτοὺς εἰς κληρικῶν χειροτονίας δολερῶς πείθοντες τοὺς ἐπισκόπους ἐπιτιθέναι χεῖρας αὐτοῖς τῇ παρὰ τῶν νομιζομένων παρ' αὐτοῖς ἀσκητῶν μαρτυρίᾳ δελεαζομένους. Τοῦτο δὲ σπουδάζουσιν οὐχ ὡς τοὺς τῶν κληρικῶν βαθμοὺς τιμίους κρίνοντες οἵ γε καὶ αὐτῶν τῶν ἐπισκόπων καταφρονοῦντες, ὅταν ἐθέλωσι, ἀλλὰ δυναστείαν τινὰ καὶ αὐθεντίαν ἑαυτοῖς πραγματευόμενοι. Ἔνιοι δὲ αὐτῶν μήτε κοινωνῆσαί ποτε τῶν μυστηρίων λέγουσιν, εἰ μὴ τῆς παρουσίας τοῦ πνεύματος αἰσθητῶς αἴσθονται, γενομένης κατ' ἐκείνην τὴν ὥραν. Ἐπιτρέπουσι δέ τινες αὐτῶν τοῖς βουλομένοις ἀποτέμνειν τὰ ἑαυτῶν φυσικὰ μόρια. Καταφρονοῦσι δὲ ῥᾳδίως καὶ ἀφορισμῶν. Ὀμνύουσι δὲ ἀδεῶς καὶ ἐπιορκοῦσιν, ἀναθεματίζουσί τε ὑπούλως τὴν αἵρεσιν αὐτῶν. Ἔτι περὶ τῆς εἰρημένης αἱρέσεως τῶν Μασσαλιανῶν τῶν ἐν μοναστηρίοις μάλιστα εὑρισκομένων ἐκ τῆς ἱστορίας Θεοδωρήτου. Κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἐβλάστησεν ἡ τῶν Μασσαλιανῶν αἵρεσις· Εὐχήτας αὐτοὺς προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλάδα τοὔνομα μεταβάλλοντες. Ἔχουσι δὲ καὶ ἑτέραν προσηγορίαν ἐκ τοῦ πράγματος γινομένην· Ἐνθουσιασταὶ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι καὶ πνεύματος ἁγίου ταύτην ὑπολαμβάνοντες. Οἱ δὲ τέλειον τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηράν, ὕπνῳ δὲ σφᾶς αὐτοὺς ἐκδιδόντες ἐνθουσιασμὸν τὰς τῶν ὀνείρων φαντασίας ἀποκαλοῦσι. Ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ ∆αδόης τε καὶ Σάβας καὶ Ἀδέλφιος καὶ Ἑρμᾶς καὶ Συμεὼν καὶ ἄλλοι πρὸςτούτοις, οἳ τῆς ἐκκλησιαστικῆς κοινωνίας ἀπέστησαν, οὐδὲν οὔτε ὀνινάναι οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἧς ὁ κύριός φησιν· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνα.» Κρύπτειν δὲ πειρώμενοι καὶ μετ' ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται καὶ ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας, ἅπερ ἐν ταῖς ψυχαῖς περιφέρουσι. Λητώιος μέντοι, ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνων, ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασάμενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησεν ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν. Ἀμφιλόχιος δέ, ὁ πανεύφημος ὡσαύτως τὴν Λυκαόνων μητρόπολιν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόθι τὴν λύμην ταύτην μαθὼν ἐξανέστη πάλιν καὶ τὰ ὑπ' αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια. Φλαβιανὸς δέ, ὁ πολυθρύλλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθών, τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχεῖν προιεμένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγεν εἰς Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξεν. Τοὺς μὲν γὰρ κατηγόρους ἔφη τυγχάνειν καὶ τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον ἄγαν ὄντα πρεσβύτατον ἠπίως κελεύσας πλησίον καθεσθῆναι· Ἡμεῖς, ἔφη, ὦ πρεσβῦτα, τὸν πλείω βεβιωκότες βίον ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν. Οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι πνευματικώτερον ἀκοῦσαι λόγον οὐ φέρουσι. Τοιγάρτοι εἰπέ μοι, πῶς φατε καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν; Τούτοις ὁ πρεσβύτης ἐκεῖνος καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καί φησι, μηδεμίαν μὲν ἐκ τοῦ βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον