δυσεκβίαστον παραταξάμενος, ᾔει διὰ τῆς τῶν Ἀγαρηνῶν γῆς. οἷς τὴν ἔφοδον ἐνωτισθεῖσι τοῦ Νικηφόρου, οὐκ ἀνεκτὸν ἐδόκει κατὰ χώραν τε μένειν, καὶ λόχους καθίζειν, ἐξ ἀντιστάσεώς τε διαμάχεσθαι· ἐκτρέχειν τε πρὸς τὰ φρούρια, καὶ τὰς ἐπιδρομὰς ἐκ τῶν ἐρυμάτων ἀποτροπιάζεσθαι, ἀκροβολιζομένους κατὰ τὸ ἐγχωροῦν. δεινῶς γὰρ ἐδεδοίκεισαν κατὰ συστάδην διαγωνίζεσθαι πρὸς ἄνδρα καρτερικὸν καὶ ἰσχυρογνώμονα. ὁ δὲ σκηπτοῦ δίκην τὴν περίχωρον ἐπεβόσκετο, δῃούμενος μὲν τὰς ἀρούρας, μυριανθρώπους δὲ κώμας ἀνδραποδιζόμενος. ἐπεὶ δὲ τὰ ἐν ποσὶ πυρὸς καὶ μαχαίρας ἔργον πεποίητο, τοῖς φρουρίοις προσβάλλει, ὧν αὐτοβοεὶ τὰ πλεῖστα ἑάλω. ὅσα δὲ τούτων ἐρυμνὰ τοῖς τείχεσι καὶ τῷ πλήθει τῶν ἔνδον ἐτύγχανον, τούτοις ἀντεπῆγε τὰς μηχανὰς, καὶ ἀκήρυκτον ἐπέφερε πόλεμον, ἐκθύμως τοῖς ὑπ' αὐτὸν ἀγωνίζεσθαι προτρεπόμενος. εὐείκτως δὲ τοῖς κελεύσμασι ἐκείνου πᾶς τις ἐπείθετο. ἦν γὰρ οὐ λόγοις μόνον ἐπαγωγός τε καὶ πιθανὸς πρὸς τὸ εὔψυχον, ἀλλὰ καὶ τοῖς ἔργοις 30 αὐτοῖς, ἐκτόπως ἀεὶ ἀγωνιζόμενος πρὸ τῆς φάλαγγος, καὶ κίνδυνον τὸν ἐπιόντα ὑποδεχόμενος, καὶ κραταιῶς ἐκκρουόμενος. ᾑρηκὼς οὖν καὶ καταβαλὼν ἐν εὐαριθμήτῳ καιρῷ τῶν Ἀγαρηνῶν ὑπὲρ τὰ ἑξήκοντα φρούρια, καὶ λείαν ὅτι πλείστην συνεκφορήσας, καὶ νίκην ἐπιφανεστάτην καὶ οἵαν οὐκ ἄλλος ἀναδησάμενος, ἐκεῖθεν τὴν δύναμιν ἀνελάμβανε, καὶ κατὰ τὰ σφῶν ἔστελλεν ἤθη, ἀμύθητον τὸν πλοῦτον ἀθροίσασαν· αὐτὸς δὲ πρὸς τὸν αὐτοκράτορα ἔθει, τῶν πόνων τὰ γέρα ληψόμενος. ιʹ. Ἄρτι δὲ μεσοῦντι τὴν ὁδοιπορίαν τῷ στρατηγῷ φήμη τις ὑπηντίαζε, τὴν ἐντεῦθεν ἐκδημίαν τοῦ ἄνακτος Ῥωμανοῦ διαγγέλλουσα. ὁ δὲ, τῷ ἀπροσδοκήτῳ τῆς φήμης ἐκταραχθεὶς, ἐπέσχε τε τὴν διαπορείαν, καὶ κατὰ χώραν ὑπέμενε. λέγεται δὲ τοῦτον τὸν τρόπον ἐκπλῆσαι τὸν βίον τὸν αὐτοκράτορα Ῥωμανόν. ἐπειδὴ παρειληφὼς τὴν ἀρχὴν ἐπιεικῆ τε καὶ μέτριον αὑτὸν καὶ εὐεργετικὸν τῷ ὑπηκόῳ παρείχετο, ὑποδύντες τινὲς καὶ μετελθόντες τὸν ἄνθρωπον, μοχθηροί τε καὶ δοῦλοι γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, διαφθείρουσι τὸν καλοκἀγαθὸν τρόπον τοῦ νέου, τρυφὴν ὑποτιθέντες καὶ ἀκόλαστον ἡδονὴν, διεγείροντές τε πρὸς ἀλλοκότους ἐπιθυμίας τούτου τὴν ὄρεξιν. ἐντεῦθεν παρὰ τὸν καιρὸν τῶν νηστειῶν, ἃς πρὸς κάθαρσιν ψυχῶν καὶ ποδηγίαν τῶν κρειττόνων ἐξεῦρον ἄνδρες θεοφορούμενοι, παρειληφότες τὸν Ῥωμανὸν οἱ λοιμοὶ, ἐπὶ θηρείαν ἐλάφων ἴενται, ἐν δυσβάτοις ἐλαύνοντες ὄρεσιν. ἐκεῖθέν τε ἀναζεύξαντες τὸν αὐτοκράτορα 31συγκομίζουσι περιημεκτέοντα καὶ τὰ ἐπιθανάτια πνέοντα. καί τινες μὲν ἐκ τῆς ἀκαίρου φασὶν ἱππασίας σπασμὸν ἐγγενέσθαι τούτῳ περὶ τὰ καίρια. ὡς δὲ ἡ τῶν πλειόνων ὑπόνοια ἔχει, κώνειον αὐτὸν πεπωκέναι πρὸς τῆς γυναικωνίτιδος. εἴτε δὲ ἐκείνως, εἴτε καὶ οὕτως, ἀμείβει τὸν βίον ὁ Ῥωμανὸς τὴν τῆς ἡλικίας ἐλαύνων ἀκμὴν, τρεῖς ἐνιαυτοὺς πρὸς πέντε μησὶ τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. τούτου δὲ ἐξ ἀνθρώπων γεγονότος, τὴν τῆς βασιλείας ἀρχὴν παρά τε τοῦ πατριαρχοῦντος Πολυεύκτου καὶ τῆς συγκλήτου βουλῆς οἱ ἐκείνου παῖδες Βασίλειος καὶ Κωνσταντῖνος, νήπιοι κομιδῇ τελοῦντες καὶ τιθηνούμενοι, μετὰ Θεοφανοῦς τῆς μητρὸς ἐγχειρίζονται· ἥτις ἐξ ἀσήμου μὲν γένους φυεῖσα, κάλλει δὲ καὶ σώματος ὥρᾳ πασῶν τῶν τότε γυναικῶν ὑπερφέρουσα, Ῥωμανῷ συνηρμόσθη τῷ αὐτοκράτορι. ὁ δὲ Νικηφόρος (αὖθις γὰρ πρὸς τὸν εἱρμὸν ἐπάνειμι τῆς διηγήσεως) τὴν μεταβολὴν τῆς μεγίστης ἀρχῆς διενωτισθεὶς, παντοδαπός τις ἦν, ἄλλοτε ὑπ' ἄλλων λογισμῶν διαταραττόμενος. τὸ γὰρ ἄπιστον τῶν πραγμάτων καὶ τὸ παλίντροπον τῆς τύχης καὶ ἄστατον οὐκ εἴα τὸν ἄνθρωπον ἀτρεμεῖν, ὑπειδόμενον μάλιστα τὴν τοῦ Ἰωσὴφ δυναστείαν, ὅς γε ἐκτομίας ὢν καὶ μάλιστα παρὰ τὴν βασιλείαν ἑστίαν δυνάμενος (τῷ τοῦ παρακοιμωμένου γὰρ