Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως καὶ τοῦ προσκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματος μὴ παριδεῖν τὴν αἴτησίν μου, ἵνα μὴ ἐκζητηθῇ παρ' ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. Ἀλλ' αἰτῶ σε, πάτερ, συμπλεῦσαί μοι ἐπὶ τὴν βασιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βασιλέων τοῦ οὐρανίου βασιλέως ἐπινεύοντος καταστρέψαι τοὺς ναοὺς τῶν εἰδώλων. Ἀποκριθεὶς δὲ ὁ μακάριος Ἰωάννης εἶπεν αὐτῷ· Τέκνον, ἡ μὲν αἴτησις δικαία, ὁ δὲ καιρὸς οὐκ ἔστιν ἐπιτήδειος· ἡ γὰρ χειμέριος τροπὴ λοιπὸν ἐπιλαμβάνεται. Ἀπεκρίθη δὲ ὁ μακάριος Πορφύριος· Ἐὰν θέλῃ ἡμᾶς ὁ θεὸς εἶναι καὶ τὰ πλήθη Γάζης ἐπιστρέψαι, καὶ ἐν χειμῶνι δυνατός ἐστι σῷσαι. Σὺ δέ, πάτερ. θαρρῶν τῇ εὐσπλαγχνίᾳ αὐτοῦ θέλησον, καὶ ἔχομεν εὐοδωθῆναι. Λέγει αὐτῷ ὁ μακάριος Ἰωάννης· Τὸ θέλημα τοῦ Χριστοῦ γενηθήτω.
34 Ὡς δὲ ἔλαβεν συνταγὰς ὁ μακάριος Πορφύριος, γράφει μοι τὴν ταχίστην καταλαβεῖν τὴν Καισάρειαν καὶ ἀγαγεῖν μεθ' ἑαυτοῦ τρεῖς βίβλους καὶ τεσσαράκοντα τρία νομίσματα, ἅπερ ἔτυχεν περισσεῦσαι ἐκ τῆς προσόδου τῆς ἁγίας ἐκκλησίας. Ἐγὼ δὲ δεξάμενος τὰς ἐπιστολὰς καὶ λαβὼν τάς τε βίβλους καὶ τὰ νομίσματα, εὐθέως ἐξῆλθον, καὶ καταλαβὼν τὴν Καισάρειαν, εὗρον τοὺς ὁσιωτάτους ἐπισκόπους εὐτρεπιζομένους ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέρας ἀναχθέντες ἐπλεύσαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Γορπιαίου, κατὰ δὲ Ῥωμαίους Σεπτεμβρίῳ εἰκάδι τρίτῃ, καὶ τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ εὐπλοήσαντες, δι' ἡμερῶν δέκα κατήχθημεν εἰς Ῥόδον τὴν νῆσον. Ἦν δὲ τότε ἐν τῇ νήσῳ εἰς τὰ ἀπόστροφα αὐτῆς μονάζων τις ὀνόματι Προκόπιος, ὃς νῦν μετ' ἀγγέλων ἐστι συναρίθμιος· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήσας βίον ἄμεμπτον ἔν τε νηστείαις καὶ ἀγρυπνίαις καὶ τῇ ἄκρᾳ ἀκτημοσύνῃ, ἔσχεν δὲ καὶ προφητικὸν χάρισμα καὶ τὴν κατὰ δαιμόνων ἀπέλασιν. Καταχθέντες δὲ ἡμεῖς ἐν τῇ Ῥόδῳ, ὡς εἴρηται, καὶ ἀκούσαντες περὶ τῆς πολιτείας τοῦ ἁγίου ἀνδρός, ἀναγκαῖον ἐνομίσαμεν μὴ παρόδῳ χρήσασθαι, ἀλλ' ἀπολαῦσαι τῆς ἀγγελικῆς αὐτοῦ συνουσίας, καὶ ἐρωτήσαντες ποῦ τὴν καταμονὴν εἶχεν, ἐπορεύθημεν πρὸς αὐτὸν παραπλεύσαντες ἐν ἀκατίῳ, καὶ φθάσαντες ἐκρούσαμεν τὴν θύραν. Εὐθέως δὲ ἐξελθὼν δι' ἐαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ' αὑτῷ μαθητήν.
35 Ὡς δὲ ἐθεάσατο τοὺς ὁσιωτάτους ἐπισκόπους, πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτούς, εἶτα ἀναστὰς κἀμὲ κατεφίλησεν καὶ τὸν θεοσεβῆ Εὐσέβιον τὸν διάκονον, ὃν μεθ' ἑαυτοῦ ἤγαγεν ὁ ὅσιος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, καὶ εἰσαγαγὼν ἡμᾶς εἰς τὸ εὐκτήριον ὑπεχώρησεν εἰς τὰ ὀπίσω, δοὺς τὸν ἔμπροσθεν τόπον τοῖς μακαριωτάτοις ἐπισκόποις εἰπών· Ὑμῖν πρέπει τοῖς ἱερεῦσιν τὸν ἔμπροσθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ ταπεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίας τὸν ὀπίσω. Τότε ἔγνωμεν ὅτι διορατικὸς ὑπῆρχεν ὁ ὁσιώτατος Προκόπιος· μηδέποτε γὰρ θεασάμενος ἡμᾶς μήτε ἀκούσας περὶ ἡμῶν, ἔγνω διὰ τοῦ πνεύματος ὅτι ἐπίσκοποι ἐτύγχανον οἱ περὶ τοὺς μακαριωτάτους Ἰωάννην καὶ Πορφύριον. ∆ιὸ καὶ τὴν προτίμησιν τῆς εὐχῆς ἔδωκεν αὐτοῖς. Εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίσαμεν, καὶ ὁμιλήσας ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ σκυλμοῦ. Ὁ δὲ μακάριος Πορφύριος ἅπαντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς Γαζαίους, πῶς ἐμμανῶς ἔχουσι περὶ τὰ εἴδωλα καὶ ὁπόσα δεινὰ οἱ Χριστιανοὶ πάσχουσιν παρ' αὐτῶν καὶ ὅτι χάριν τούτου ἀπέρχονται δεηθῆναι τῶν βασιλέων καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων.
36 Ἀκούσας δὲ ὁ ἐν ἁγίοις Προκόπιος ὁ ἀναχωρητὴς καὶ δακρύσας εἶπεν· Κύριε Ἰησοῦ Χριστέ, ἐπίστρεψον τοὺς δούλους σου ἀπὸ τῆς διαβολικῆς ἀπάτης ἐπὶ τὴν πεφωτισμένην σου πίστιν. Εἶτα λέγει πρὸς τοὺς ὁσιωτάτους ἐπισκόπους· Μὴ ἀθυμήσητε, πατέρες· ὁ γὰρ θεὸς ὁ γινώσκων τὸν ζῆλον τῆς πίστεως ὑμῶν ἔχει εὐοδῶσαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῖν. ∆εῦτε οὖν παραινέσω ὑμῖν ἃ ὁ