ὁρισμούς. τρία δὲ αὐτῶν τὰ ὀνόματα, τρεῖς ἄρα καὶ οἱ ὁρισμοί. καὶ κείσθω τῷ λόγῳ ὁ Σωκράτης τριχῶς ὁριζόμενος· Σωκράτης γάρ ἐστι καὶ ἄνθρωπος καὶ ζῷον. κατὰ μὲν τὸ Σωκράτους ὄνομα ὑπογραφήσεται Ἀθηναῖος, Σωφρονίσκου υἱός, προγάστωρ, ἐξόφθαλμος ἢ ὅ τι ἄλλο τύχῃ τῶν συμβεβηκότων αὐτῷ· ὡς δὲ ἄνθρωπος ζῷον ἐστὶ λογικόν, θνητὸν καὶ νοῦ δεκτικόν· ὡς δὲ ζῷον ἔμψυχος οὐσία αἴσθησιν ἔχουσα. ὁ τοίνυν ἕτερος Σωκράτης κατὰ μὲν τὸν τοῦ εἴδους λόγον καὶ τοῦ ζῴου συνώνυμος ἔσται αὐτῷ· μετέχει γὰρ τοῦ ὀνόματος καὶ λογικόν ἐστι ζῷον καὶ οὐσία αἰσθητική τε καὶ ἔμψυχος, κατὰ δὲ τὴν ὑπογραφὴν τοῦ ὀνόματος ὁμώνυμος πρὸς ἐκεῖνον φανήσεται, τοῦ μὲν αὐτοῦ ἐκείνῳ τυχὼν ὀνόματος-Σωκράτης γὰρ ἄμφω-, διαλλάττων δὲ πρὸς ἃ ἐκείνῳ συμβέβηκεν· ὁ μὲν γὰρ ἴσως τετανόθριξ, ὁ δὲ οὐλόθριξ, καὶ ὁ μὲν τὴν ῥῖνα ἐπίγρυπος, ὁ δὲ κοίλην ταύτην προβεβλημένος, καὶ ὁ μὲν μέλας, ὁ δὲ λευκός. εἰ δὲ κἀν τούτοις κοινωνία τίς ἐστιν ἐν ἀμφοῖν, ἀλλ' οὐκ ἐν ἅπασιν· ἀδύνατον γὰρ τοὺς αὐτοὺς καὶ ὁμοπατρίους εἶναι καὶ ὁμοφυεῖς καὶ ἰσήλικας, τὴν γνῶσιν ἴσους, ὁμοίους τὴν παίδευσιν, κατὰ μηδὲν διαφέροντας. ᾗ οὖν παραλλάσσουσι, διαπεφωνήκασιν, ᾗ δὲ διαφέρετον, τὴν ὁμωνυμίαν ἐκτήσαντο. Κατὰ τοῦτον τὸν λόγον καὶ τῷ μεγάλῳ Γρηγορίῳ ὁμώνυμος ὁ λοιπὸς Γρηγόριος πέφυκεν, εἴτε ὁ Νύσσης ἐστίν, ὥς τινες οἴονται, εἴθ' ἕτερός τις ὕλη ταῖς συκοφαντίαις γενόμενος. οὗτοι γὰρ οἱ Γρηγόριοι τοῦ μὲν ὀνόματος τοῦ αὐτοῦ μετεσχήκασι, τῆς δὲ ἐπὶ τῷ ὀνόματι ὑπογραφῆς διαφόρως κεκοινωνήκασι. τὸν μὲ γὰρ θεολόγον ὑπογράφων ἐρεῖς, ὅτι Καππαδόκης, ὅτι Γρηγορίου καὶ Νόννης υἱός, ὅτι τὴν θεολογίαν πολύς, λευκὸς τὴν τρίχα, μέτριος τὴν ἡλικίαν, τὸ χρῶμα τοιόσδε, τὴν φύσιν ὀξὺς ἢ καθεστηκώς. ὁ δ' ἄλλος οὐ πάντως πάντων αὐτῷ τούτῳ συγκεκοινώνηκεν, ἀλλὰ κατά τι παρήλλακται. ὁμώνυμοι μὲν οὖν εἰκότως εἰσί, Γρηγόριοι ἄμφω κατονομαζόμενοι, διαφόρου δὲ τῆς ἐπὶ τῷ ὀνόματι τυχόντες ὑπογραφῆς. Ἀλλ' ἐρεῖς ὅτι «διὰ τί μὴ συνωνύμους, ἀλλ' ὁμωνύμους τούτους φαμέν, οἷον ἐπὶ τῶν Γρηγορίων, ὅτι Γρηγόριοι ἄμφω καὶ λογικὰ ζῷα καὶ δεκτικὰ ἐπιστήμης καὶ νοῦ; εἰ οὖν κοινὸν αὐτοῖς καὶ τὸ ὄνομα, κοινὸς δὲ καὶ ὁ ὁρισμός, πῶς οὐ συνώνυμοι μᾶλλον εἶεν, ἀλλὰ ὁμώνυμοι;» ὅτι τὸ εἶναι τοῖς αὐτοῖς ζῴοις λογικοῖς καὶ θνητοῖς οὐχ ὡς Γρηγορίοις οὖσίν ἐστιν, ἀλλ' ὡς ἀνθρώποις, ὥσπερ καὶ τὸ εἶναι οὐσίαις ἐμψύχοις αἰσθητικαῖς οὐχ ὡς ἀνθρώποις οὖσιν, ἀλλ' ὡς ζῴοις. ζητοῦμεν δὲ τοὺς τῶν ὑπάρξεων ὅρους, οὐ τῶν μετεχομένων εἰδῶν καὶ γενῶν. ὁ τοίνυν καθ' ἕνα ἡμῶν, ᾗ μὲν ἀπὸ συνδρομῆς συμβεβηκότων συνέστηκε, τὴν ἰδίαν δεικνύει ὕπαρξίν τε καὶ ἰδιότητα, ᾗ δὲ ἄνθρωπος λέγεται, τῇ μετοχῇ τοῦ εἴδους προσαγορεύεται. ὁ γοῦν ὁριζόμενος τὸν Γρηγόριον ζῷον λογικὸν καὶ θνητὸν οὐχ ὡς Γρηγόριον ὁρίζεται, ἀλλ' ὡς ἄνθρωπον. ὡς μὲν γὰρ Γρηγόριος Καππαδόκης τυχόν ἐστι καὶ τῷ μεγάλῳ Βασιλείῳ συμφοιτητής, ζῷον δὲ λογικὸν λέγεται, ὅτι τοῦ ἀνθρωπείου εἴδους μετέσχηκε. καὶ τοῦτο θαυμάζω τῶν φιλοσοφησάντων ἐγώ, ὅτι δέον τοὺς ἀνθρώπους ποτὲ καὶ συνωνύμους εἰπεῖν, ἐν οὐδενὶ τῶν λόγων αὐτῶν τὴν ὁμωνυμίαν εἰς τὴν συνωνυμίαν μετήλλαξαν, διότι οἱ ὅροι γνωριστικοὶ τῶν ὁριζομένων πεφύκασιν. Ἆρα γοῦν ὁ τὸν Γρηγόριον ὁριζόμενος ζῷον λογικὸν καὶ θνητὸν ἐγνώρισε τοῦτον τοῖς ἐρωτήσασιν, ὅστις ἐστίν; ὁ γὰρ ὅρος οὗτος ἀνθρώπου φύσιν, ἀλλ' οὐ Σωκράτους ὑπόστασιν ἢ Γρηγορίου δηλοῖ. ἐπεὶ οὖν πάντα τὰ ὄντα καὶ ὑπάρχει κατ' ἰδίαν ὑπόστασιν καὶ μετέχει τινός, οἱ τὰς ὑπάρξεις τῶν ὄντων ὁριζόμενοι κατορθοῦσι μᾶλλον ἢ οἱ τὰς φύσεις ὧν μετεσχήκασιν. ὁ τοίνυν τοὺς Γρηγορίους καὶ τοὺς Σωκράτεις ἀπὸ τῶν συμβεβηκότων αὐτοῖς ὁριζόμενος, ἐξ ὧν διηρίθμηνται καὶ συνεστήκασιν, μᾶλλον ἂν εὐδοκιμοίη ἢ ὁ τὸ εἶδος αὐτοῖς διεξοδεύων καὶ οὐ τὸν λόγον τοῦ ζητουμένου ἀποκρινόμενος, ἀλλὰ οὗ μετέσχηκε τὸ ζητούμενον. Εἰ