τίς ὑμῖν περὶ τούτου ὑπολέλειπται λόγος ἢ ὅπως τούτοις οὖσί γε τηλικούτοις διαμφισβητεῖτε πρὸς ἀλλήλους καὶ ὑπερήμερον τίθεσθε τὴν ἀπόφασιν. δεῖ μὲν γὰρ εὐλαβεῖσθαι καὶ μὴ ῥᾷστα τῶν ἀρχιερέων κατηγορεῖν, ἀλλ' ἔνθα μὴ θεὸς τὸ ἀτιμαζόμενον. ἐγὼ δ' εἰ μὲν ἁπλῶς ἑώρων τὸν ἄνδρα τὴν πλάνην παραδεξάμενον, ἀλλὰ μὴ εἰς τὸ βάθος τῆς ἑαυτοῦ ψυχῆς ταύτην κατακολπίσαντα καὶ βαφέντα ὡς εἰπεῖν δευσοποιά τε καὶ ἀναπόνιπτα, οὐκ ἂν οὕτω θερμότερον κατηγόρησα, ἀλλὰ λόγοις ἑτέροις διορθωσάμενος μετεδίδαξα. ἐπεὶ δὲ οὐκ ἀπὸ τῶν ἡμετέρων μᾶλλον ἢ τῶν λήρων ἐκείνων τὴν ψυχὴν ἐποιώθη καὶ τῶν καινῶν δογμάτων ἀντεποιήσατο, ὡς μικροῦ δεῖν καὶ νομοθετεῖν περὶ τούτων, διὰ ταῦτα τὴν παροῦσαν ἐνεστησάμην γραφήν. ἀξιῶ δέ μοι ἐνταῦθα προσέξειν τὸν νοῦν. κἂν μὲν ἀληθῆ καὶ δίκαια λέγω καὶ μετὰ πάσης ὡς εἰπεῖν ἀποδείξεως, αὐτόθεν ἐπενέγκατέ μοι τὴν τομήν· εἰ δὲ περινοοῦμαι τι τῷ λόγῳ σοφιστικαῖς πιθανολογίαις πρὸς τὸν ἔλεγχον χρώμενος, μηδὲ φωνῆς ἀνάσχοισθέ μου. Ἐπειδὴ γὰρ ἡ τῶν Χιωτῶν ἀπάτη ἐλήλεγκται καὶ τὰ τῆς ἀσεβείας αὐτῶν κατεγνώσθη συγγράμματα, ὁ μέγας ἡμῶν πατριάρχης δεινὸν ἄλλως ἡγεῖται, εἰ μὴ καὶ αὖθις τὰ ἐκείνων ἰσχύσειε καὶ τὴν ἧτταν τούτοις ἀνακαλέσαιτο. καὶ σκοπεῖτε ὅπως ὑπούλως ἐνταῦθα καὶ δολερῶς τὴν ἀρχὴν πεποίηται τοῦ βουλήματος. ἑτέραν γὰρ τραπόμενος ἑτέραν αὖθις ἐτράπετο. τῷ γὰρ μεγάλῳ προσιὼν ἡμῶν αὐτοκράτορι οὐδὲν οὔπω μεμαθηκότι περὶ ὧν ἐκεῖνος κατελιπάρει τε καὶ ἐδεῖτο, ὑπὲρ εὐσεβοῦς δῆθ[εν ἴστ]ατο πράγματος, ἵν' ἐκεῖθεν ἁρπάσῃ ὥσπερ ὠρυόμενος λέων ἢ ἐν σκοτομήνῃ κατατοξεύσῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. καὶ ὀλιγωρίαν μὲν τοῖς προβεβασιλευκόσι τῶν ἱερῶν ἐγκαλεῖ, κοινώνησιν δὲ τῶν καθηγιασμένων θεῷ καὶ ἀσέβειαν ἄντικρυς ἐν σχήματι εὐσεβείας. οὕτω κύκλῳ τὸν λόγον περιβαλλόμενος εὐθὺς ἐφοδεύει τὸν λόγον καὶ πολιορκεῖν πειρᾶται τὴν ἀκατάσειστον τοῦ βασιλέως ψυχήν-ἐπὶ τούτοις γὰρ οἱ Χιῶται καὶ ἡ κατ' αὐτῶν πεῖρα καὶ ὁ βάσκανος δαίμων-καὶ ἐφ' ἑκάστῳ δακρύων καὶ τελευτῶν, ὅτι τοι, ὅπερ ἐδείμαντο μοναστήριον καὶ θεῷ μόνῳ δεσπότῃ ἀνέθεσαν καὶ γράμμασιν ἰδίοις τε καὶ βασιλικοῖς τὴν γνώμην αὐτῶν ἐμπεφανίκασι καὶ ἐκύρωσαν, ἡ καταψηφισαμένη αὐτῶν βασιλὶς ἀφείλετο μὲν θεοῦ, ἑαυτῆς δὲ ἐποιήσατο, μήτε χρυσοβούλλου γραφῆς φεισαμένη μήτε τῆς τῶν μοναχῶν ἐπιστραφεῖσα βουλήσεως, "ἀλλ' αὐτός", φησίν, "ἀντὶ πάντων τοῖς ἀνδράσι γενοῦ καὶ τῷ θεῷ φέρων ἀπόδος τὸ μοναστήριον, ᾧ δὴ καὶ παρὰ τῶν δειμαμένων καθαρῶς καθωσίωτο." εἰ μὲν οὖν οὐδὲν ἕτερον ὑπὸ τοῖς λόγοις τούτοις ἐκρύπτετο, ἀλλ' ἁπλότης ἦν γνώμης ἡ δέησις, οὐδὲν ἂν αὐτῷ ἐν τούτοις προσετρίβετο ἔγκλημα. ἐπεὶ δὲ ὥσπερ οἱ τυραννοῦντες ὥσπερ ἐξ ἀκροπόλεως ἐπειρᾶτο κατατρέχειν ἡμῶν, τοῦτό ἐστι τὸ παρ' ἡμῶν αὐτῷ ἐγκαλούμενον. σκοπεῖτε γάρ. πείθεται τοῖς λόγοις τούτοις ὁ βασιλεύς. καὶ πῶς γὰρ οὐχί; ζηλοτυπεῖ περὶ τοῦ θεοῦ καὶ οἷα δικαστὴς κρείττων τὴν λαχοῦσαν αὐτῷ κληρονομίαν ἀποκαθίστησιν. ἐπὶ τούτοις τὰ εἰωθότα· βασιλικῶν γραμμάτων ἔκθεσις καὶ αὐτόχειρ ὑπογραφὴ καὶ ἡ ἐπίσημος καὶ συνήθης σφραγὶς τὸ κῦρος διδοῦσα τῷ πράγματι. ἐντεῦθεν τὸ προσωπεῖον ἀνακαλύπτει ὁ πατριάρχης καὶ ἐπεγγελᾷ ἡδέως τῷ κατορθώματι. καὶ δεδίττεται τοὺς πολλοὺς τῇ γραφῇ καί, ἣν ἐξελείξατο πλάνην ἢ πέπωκεν, ἀκρατῶς ὅλην ἐν ὑπομνήμασιν ἐξεμεῖ· καὶ παρρησιάζεται τὴν ἀσέβειαν οὔπω τολμήσας πρότερον. καὶ ἡ πρόφασις δεξιά, ἡ χρυσόβουλλος γραφὴ καὶ ἡ βασιλέως ὑπογραφή· ἀλλ' οὐ περὶ τῆς ἀσεβείας, ὦ βέλτιστε σύ, ἵνα τι καὶ δικανικώτερόν σοι προσενεχθήσομαι, ἀλλὰ περὶ τῆς τοῦ μοναστηρίου καθιερώσεως. Σὺ δ' ἐξ ἑτέρας ἀρχῆς εἰς ἑτέραν μεταβαίνεις ὑπόθεσιν καὶ χρυσῇ κεφαλῇ χεῖρας καὶ πόδας καὶ τὸ λοιπὸν σῶμα προσπλάττεις, πάντα χαλκᾶ. ὡς