φιλοτιμίας θέατρα, οὐδὲ βουλευτήρια περὶ ναυστάθμων καὶ τριηραρχιῶν καὶ ἀγορανομιῶν· ἀλλ' εἰρήνη πᾶσα τὸ ἀπὸ τούτων, καὶ βίος πάμπαν ἀστασίαστος. ὥσπερ γὰρ οἱ τοῖς τῶν ἀνθρώπων σώμασιν ἐπισυμβαίνοντες πυρετοὶ τὰς ἀφορμὰς ἐκ τῆς ὕλης ἔχουσι, καὶ παρὰ τοσοῦτον φλεγμαίνουσι, παρ' ὅσον καὶ ἡ τῆς ὕλης πέφυκε χορηγία· ἐπειδὰν δ' ἀσιτίαι μακραὶ, καὶ ἰατρῶν φαρμακοποσίαι παραλαβοῦσαι τὸ σῶμα, τὴν ὕλην πᾶσαν ἐξαναλώσωσιν, αὐτίκα πέπαυται μὲν ὁ 1.32 πυρετὸς, ἠσθένησε δ' ἡ τοῦ σώματος ἀσθένεια· οὕτω κἀν τοῖς ἀνθρώποις ἐκείνοις, τῶν πραγμάτων οὐκ ὄντων, ἐξ ὧν φιλονεικίαι καὶ ἔριδες φύονται καὶ κατ' ἀλλήλων ἐπιβουλαὶ καὶ χύσεις αἱμάτων ἐπινοοῦνται, οὐδὲ δικαστήρια συγκροτοῦνται λοιπὸν, οὐδὲ βουλευτήρια καὶ ἀναγνώσεις νομίμων, οὐδὲ πιθαναὶ γλῶσσαι, καὶ λόγων διαστροφαὶ, καὶ ἐννοιῶν λαβύρινθοι· ἀλλὰ δικαιοσύνη τις αὐτοφυὴς ἐπινέμεται τούτους καὶ ἀνεπίφθονος αὐτονομία. διὰ μὲν δὴ ταῦτα δικαιοτάτους ἀνθρώπων καὶ Ὅμηρος τούτους ὠνόμασε. (Γ.) Τήν γε μὴν προσηγορίαν αὐτῶν διαφόρως ἡμῖν οἱ πάλαι σοφοὶ διεπόρθμευσαν. Ὅμηρος μὲν γὰρ Κιμμερίους αὐτοὺς καλεῖ, Ἡρόδοτος δὲ ὁ τὰ Περσικὰ συγγραψάμενος Σκύθας πολυειδεῖς, ὁ δὲ Χαιρωνεὺς Πλούταρχος Κίμβρους καὶ Τεύτονας, οὐκ οἴκοθεν μὲν, ὀνομάζει δ' οὖν, ὥσπερ ἀμφιβάλλων καὶ ἀπιστῶν αὐτὸς ἑαυτῷ. τὴν μὲν γὰρ κυρίαν αὐτῶν προσηγορίαν αὐτοὶ ἂν κατὰ τὴν σφῶν αὐτῶν εἰδεῖεν διάλεκτον. οἱ δ' Ἑλληνικοῖς ὀνόμασιν ἐπ' αὐτῶν χρώμενοι, ἄλλοτε ἄλλως, ὡς ἕκαστοι βούλοιντο, τούτους προσαγορεύουσιν, ὁπόσοι ἐκεῖθεν χειμάῤῥου δίκην ἐς τὴν καθ' ἡμᾶς οἰκουμένην ἐπιῤῥέοντες, ἄλλοτε ἄλλους ἐπιλαμβάνουσι τόπους. ὥσπερ γάρ εἰσιν οὐράνια μὲν δείματα θεόθεν τοῖς ἀνθρώποις ἐπισειόμενα πολλάκις, κεραυνοὶ καὶ πρηστῆρες καὶ ὑετῶν πλῆθος, ἐπίγεια δὲ, σεισμοὶ καὶ ῥήγματα γῆς, ἀέρια δὲ, τυφῶνες καὶ λαίλαπες· οὕτω καὶ οὗτοι ταμιεύονται τῷ θεῷ, ἀρκτικά τινα, ὡς εἰπεῖν, καὶ ὑπερβόρεια δείματα, ὥστ' ἀνθ' ἑτέρας μάστιγος στέλλεσθαι καθ' 1.33 ὧν ἂν καὶ ὁπότε ἡ πρόνοια βούλοιτο. τούτων τινὲς πολλάκις ἐκεῖθεν ἀποσπασθέντες, πολλοὺς ἐλυμήναντο χώρους, καὶ πλείστοις ἔθνεσι ζυγὸν δουλείας ἐπήνεγκαν· ὥσπερ ἂν εἰ μεγάλου πελάγους ἀποτομὴ χεθεῖσα κατὰ πρανοῦς πάντ' ἐπικλύζοι καὶ παρασύροι ὁπόσοις ἂν ἐπιδράμοι. (∆.) Ἀλλ' ἐκεῖθεν μὲν γυμνῆταί τε καὶ ἄσκευοι ἐξιόντες, εἶτα ἀμείβουσι τὴν δίαιταν, μεταλαμβάνοντες τὴν τῶν τόπων ἐκείνων, ἐν οἷς ἱδρύουσιν ἑαυτούς. ὥσπερ γε μὴν οἱ ἐξ ὀρῶν τῶν μεγίστων ἀναῤῥηγνύμενοι ποταμοὶ, καὶ τὸ ῥεῖθρον εἰς τὴν θάλασσαν ἀποπτύοντες, οὐκ εὐθὺς παρὰ τὴν αἰγιαλίτιδα ψάμμον ἐς ἅλμην τὸ πότιμον αὐτῶν ἐξαλλάττουσιν, ἀλλὰ μέχρι πολλοῦ τῆς θαλάττης εἰσρέοντες ἀκοινώνητοι, ἔπειτα ἐσπείσαντο, καὶ τοῦ κράτους τοῖς πλουσιωτέροις παρεχώρησαν ὕδασιν, οὕτω καὶ τούτων οἱ τὴν ἔγγιστα τῆς πρώτης οἰκήσαντες Σκυθικῆς, ἀφ' ἧς τὸ πρῶτον ἐῤῥύησαν, τὴν προτέραν προσηγορίαν ἐφύλαξαν ἔτι ἀκήρατον, αὐτοί γε ὀνομαζόμενοι Σκύθαι, καὶ ἡ τούτους τρέφουσα γῆ Σκυθική. οὗτοι δ' εἰσὶν, ὅσοι τε τὴν ὑπὲρ τὰς πηγὰς τοῦ Τανάϊδος ᾤκησαν γῆν, καὶ ὅσοι τὸν Τάναϊν· ἔπειτα διαβάντες ἐκεῖθεν, ἐξεχύθησαν ἐς Εὐρώπην, τὰ ἐς ζέφυρον ἄνεμον βλέποντα πλευρὰ τῆς μεγίστης Μαιώτιδος διανεμηθέντες. (Ε.) Μετὰ δὲ μακρὰν μακρῶν αὖθις ἐνιαυτῶν περίοδον ἕτεροι, καθάπερ ἐκ μεγάλης πηγῆς τῆς πρώτης ἀποῤῥαγέντες Σκυθικῆς, ἐς δύο σχίζονται μοίρας· καὶ ἡ μὲν, τοὺς πρὸς τῇ Ἀσίᾳ Σαυρομάτας καταστρέψασα, ἔδραμε μέχρι καὶ ἐς θάλασσαν τὴν Κασπίαν, οἳ καὶ τὴν πάτριον ἤδη ἐκλαθόμενοι κλῆ 1.34 σιν Σαυρομάται καὶ Μασσαγέται ἐκαλοῦντο καὶ Μελάγχλαινοι καὶ Ἀμαζόνες· καὶ ὅσα αἱ δουλωθεῖσαι φυλαὶ κατὰ διαίρεσιν εἶχον ὀνόματα, πάντων καὶ οὗτοι κεκοινωνήκασι τούτοις, διὰ τὴν ἐς τὰ ἐκείνων ἤθη δευσοποιόν τε καὶ ἀναπόνιπτον μεταδιαίτησιν. οἱ δ' ἐς τὴν Εὐρώπην ἀποκλίναντες, τὴν παρωκεάνειον πᾶσαν καταδραμόντες ἤπειρον, ἔς τε Σαρμάτας καὶ Γερμανοὺς τὰ ὀνόματα ἤμειψαν καὶ αὐτοί. χρόνῳ δὲ ὕστερον καὶ ἐς τὴν Κελτικὴν ἐμβαλόντες καὶ ταύτην