1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

11

τοίνυν πρὸς τὰς συμφορὰς καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη ὑποτίθεται τῷ δικαίῳ ταύτην αὐτῷ τῶν κακῶν λύσιν ὑπολελεῖφθαι τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν θεὸν καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι τὴν καθ' ἑαυτοῦ. κακοτέχνως δὲ καὶ ἀσυμπαθῶς τὴν τοιαύτην εἰσηγεῖται βουλὴν ἔκ τε τῶν τοῦ ἀνδρὸς καὶ τῶν ἑαυτῆς συμφορῶν τὸν λόγον κατασκευάζουσα. τὰς τῶν ὠδίνων, φησίν, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ μνημόσυνόν σου τοὺς παῖδας καταλίπῃς. ἐξεκόπη τούτων ἡ ἐλπίς· πάντες ἀπώλοντο, ἄρρενες ὁμοῦ καὶ θήλειαι. εἰς τίνα λοιπὸν ἀποβλέψομαι, εἰς σὲ τὸν τούτων πατέρα, τὸν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπερριμμένον; εἰς ἐμὲ τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, τὴν μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην; ἀλλ' εἴ τί μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς τὸν θεὸν παροργίζων αὐτόν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις. 30 2, 10 ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὁρᾷς διδασκάλου καὶ ἐν τοῖς πάθεσι γνώμην καὶ πρόσοψιν; ἐπειδὴ γὰρ τὴν γυναῖκα τοῖς τῆς θεοσεβείας ἐπαίδευεν νόμοις, τὰ παρ' ἐλπίδα ἀκούσας καταπληκτικῷ φοβεῖ τῷ βλέμματι. εἶτα καὶ ἠπίοις ἐντρέπει λόγοις· ταῦτα, γάρ φησιν, ὦ αὕτη, ἄφρονος ἦν εἰπεῖν γυναικός. ἢ γὰρ οὐκ ἀφροσύνη τὸ νομίζειν ὁμοῦ τῇ βλασφημίᾳ καὶ τὴν τελευτὴν ἐπακολουθεῖν ἢ ὅλως τολμᾶν βλασφημόν τι ῥῆμα προφέρειν κατὰ θεοῦ; τούτοις δὲ παιδεύσας τῷ τε λόγῳ καὶ τῷ βλέμματι νουθετεῖ φέρειν εὐχαρίστως τῶν δυσχερῶν τὴν ἐπαγωγήν. πολλοὶ μὲν γάρ, φησίν, οὐδὲ εὐθηνίας τινὸς ἐπειράθησαν, ἡμεῖς δὲ ταύτης ἀπολελαυκότες ἐκ θεοῦ τί πρὸς τἀναντία δυσχεραίνομεν, τί δὲ μὴ μετὰ πολλῆς τῆς εὐχαριστίας ὡς παρὰ γνησίου δεσπότου καὶ ταῦτα δεχόμεθα; ἡ μὲν οὖν ταῦτα ἀκούσασα ἐφησύχασε καὶ τὴν νουθεσίαν ἐδέξατο μηδὲν ἀντιφθεγξαμένη· διόπερ οἶμαι καὶ τῶν ὕστερον ἀγαθῶν κοινωνὸν αὐτὴν γεγενῆσθαι τῷ Ἰώβ. ὁ δὲ γενναῖος ἀγωνιστὴς τριπλᾶς τῷ διαβόλῳ δέδωκε τὰς πληγὰς αὐτός τε μὴ καμφθεὶς καὶ τὴν ὑπ' αὐτοῦ παρατραπεῖσαν γυναῖκα ἐπανορθώσας τῇ νουθεσίᾳ καὶ τὰς εὐχαρίστους καὶ παντὸς ἀξίας ἐπαίνου καὶ ἀλήστου μνήμης φωνὰς ἀναφθεγξάμενος. 2, 10 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ. 31 ἀσφαλίζεται πάλιν ἡμᾶς ἡ γραφὴ καὶ τῇ λαμπρότητι καὶ ἀναμαρτησίᾳ καὶ τῇ ἐν τοῖς πειρασμοῖς τοῦ ἀνδρὸς μεγαλοψυχίᾳ προσμαρτυρεῖ, ὡς ἂν ἐπαξίως τῆς τοιαύτης ψυχῆς καὶ τὰ ἐν παντὶ τῷ βιβλίῳ τοῦ ἀνδρὸς νοήσωμεν ῥήματα. δειχθείσης οὖν αὐτοῦ πανταχόθεν τῆς μεγαλονοίας καὶ ὡς παρ' ὅλους τοὺς ἀγῶνας ἐνίκησεν, μηδὲν ταπεινὸν ἐννοήσωμεν περὶ αὐτοῦ ἐν τῇ τῶν ἐφεξῆς ῥημάτων προφορᾷ. 2, 11 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. ἐάν τις λέγῃ· διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μέν, ὡς διαφόρους ᾤκουν χώρας καὶ μετὰ πολὺ μὲν ἴσως ἤκουσαν. τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ ἐπὶ κοπρίας ἀνεπικούρητος ὁ Ἰὼβ κάθηται, καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ ἀληθῆ τὰ λεγόμενα. ἐν τούτοις μὲν οὖν ὁ χρόνος ἐτρίβετο· πρὸς δὲ δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες ἀνάγκην εἶχον πρότερον εὖ διατάξασθαι τὸ ὑπήκοον, διαθεῖναι τὰ κατὰ τὸν οἶκον, ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν. ταῦτα πάντα αὐτοὺς ἀπησχόλει καὶ ἐνεβράδυνον, καὶ εἰ μὴ σφόδρα γε ἀγαπητικοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν τὰς οἰκείας καταλιπόντες χώρας τε καὶ βασιλείας ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν. ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία ἡ τῆς ἀφίξεως ἀναβολή· ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη τοῦ θεοῦ χρηματίσαντος καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ