καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλο μένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ *** Πᾶς μὲν ‖ ·······ν ὁμολογήσαι ἂν φέρ' εἰπεῖν ἐπὶ τῆς ···α τὸ δηνάριον παραβολῆς ὅτι χάριτι, οὐκ ὀφειλήσει, τῇ ἕκτ[ῃ καὶ] ἐνάτῃ καὶ ἑνδεκάτῃ ἐληλυθότες ἐπὶ τὸ ἔργον γενομένης ἑσπέρας λαμβάνουσι τὸ ἀνὰ δηνάριον· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι καὶ οἱ πρωῒ μισθω|θέντες καὶ νομί σαντες πλεῖον λήμψεσθαι τὸ ἀνὰ δηνάριον εἰληφότες καὶ αὐτοὶ χάριν εἰλήφασιν *** Νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοού μενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. Ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. ∆ιὸ καὶ 186 ὁ ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον, οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρισμα αὐτοῦ· φησὶ γὰρ τὸ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν *** οὐ νομιστέον ἐπὶ τῶν κρειττόνων ἔρ|γων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ «Ὧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν»· εἰ γὰρ ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, οὐ χάριτι Θεοῦ ἔσται ἡμῖν ἡ σω̣τηρία οὐδ' ἡ αἰώνιος ζωὴ ἔσται χάρισμα Θεοῦ *** χάριτι γάρ ἐσμεν σεσωσμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ χήσηται. Πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον *** ∆ικαιοῖ οὖν τὸν ἀσεβῆ διὰ τῆς πίστεως μεταθέμενον ἀπὸ τῆς ἀσεβείας ὥστε λογίζεσθαι τὴν | μεταθεῖσαν αὐτὸν ἀπὸ τῆς ἀσεβείας πίστιν εἰς δικαιοσύνην *** Καὶ ἐνόμισέν γε ἀκολουθεῖν τῷ ἄφεσιν ἀνομιῶν εἰληφότι καὶ παντὶ οὗ ἐπεκαλύφθησαν αἱ ἀνομίαι καὶ τῷ ἀνδρὶ οὗ οὐ λογίζεται Κύριος ἁμαρτίαν τὸ δικαιοσύνην αὐτῷ λογίζεσθαι χωρὶς ἔργων. Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν | λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην *** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαριότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα ρισμοῦ, πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ *** ἐπιστῆσαι δὲ | εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ «Ὧν ἀφέθησαναἱ ἀνομίαι», 188 δεύτερον δὲ τὸ «Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ι`̣ τ̣ο̣σ̣ο̣υ῀̣τ̣ο̣ν̣ ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων οὐδὲ λογίζεται ἔτι Κύριός τινι τὸ ἡμαρτηκέναι *** [Rom. 4, 9-12] «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν;» *** ὁ ἐπ̣ι`̣ τῷ ∆αυὶδ μακαρισμὸς οὐκ ἐπὶ τὴν περιτομὴν ἀλλ' ἐπὶ τὴν ἀκροβυσ τίαν *** ἀλλὰ καὶ εἴπερ λογίζεται ἡ | πίστις εἰς δικαιοσύνην, ἆρα δικαίῳ λογίζεται ἢ οὐ δικαίῳ; Φανερὸν δὴ ὅτι οὐ δικαίῳ. Πο̣ία̣ γὰρ χάρις δικαίῳ λογισθῆναι εἰς δι‖καιοσύνην; Εἰ δὲ μὴ δικαίῳ, δηλονότι γενομένῳ πρὸ τῆς πίστεως ἀδίκῳ. Εἰ δὲ λογίζεται τῷ τοιούτῳ ἡ πίστις εἰς δικαιοσύνην, μακά ριος ἀνὴρ γίνεται, οὐ λογιζομένου οὕτω τοῦ Κυρίου τὴν ἁμαρτίαν ἀλλὰ καὶ ἀφιέντος τὰς πρὸ τῆς πίστεως ἀνομίας *** πότερόν ποτε ἔτι ἀκρόβυστος ἦν ὁ Ἀβραὰμ ἡνί|κα ἐλογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην ἢ ἤδη γεγένητο ἐν περιτομῇ. Λέγει γοῦν· «Πῶς οὖν ἐλογίσθη;» *** ἀποφαίνεται ὅτι μετὰ τὴν ἐκ πίστεως δικαίωσιν λαβὼν τὴν περιτομὴν σημεῖον καὶ σφραγῖδα εἴληφεν τῆς ἐν ἀκρ]οβυστίᾳ πίστεως, ἵνα εἰ καὶ ἀμφοτέρων (λέγω δὲ τῶν ἐκ περιτομῆς καὶ τῶν ἐν ἀκροβυστίᾳ) πατὴρ χρηματίζειν ἔμελλεν καθὸ μὲν | ἐλογίσθη ἡ πίστ̣ι̣ς̣ α̣υ᾿̣τω῀̣ ει᾿̣ς̣ δ̣ι̣κα̣ι̣ο̣σ̣υ´̣ν̣ην ἔτι̣ ὄντι ἐν ἀκροβυστίᾳ[······ ··πατὴρ τῶν πιστευόντων ἐν ἀκροβυστίᾳ, καθὸ δὲ περιτετμημ̣[ένος 190 ἐγέννησε τὸν Ἰσαὰκ ἵνα γένηται πατὴρ τῶν ἐκ περιτομῆς κα̣τ̣α`̣ σάρκα ··