νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆ πίτεω, κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα ἄλλῳ πίτι ἐν τῷ αὐτῷ πνεύματι. ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ἀπὸ θεοῦ ὑμῖν ἐχαρίθη οὐ μόνον τὸ εἰ Χριτὸν πιτεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάχειν. οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν ... εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται. παντὶ δὲ τῷ σπέρματι, φησίν, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ' εἰ ἔχοι πρὸς τῷ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας, ἅπερ οὐκ ἀρέσκει. (τοῦ αὐτοῦ) ἀναγκαῖον δέ, φησίν, ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι' αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ ἀνέκ πλυτον αὐτῆς, ἢ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποτρέφειν γοῦν ποτὲ δίκαιο ἀπὸ τῆ δικαιούνη αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιω θεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ. (τοῦ αὐτοῦ) [ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ θεὸς οὐκ ἔστι μερικὸς θεὸς ἀλλὰ πάντων πατήρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριω τέραν ἐπὶ τὸν θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ κατέναντι τὸ ὁμοίως ἐστίν. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως τούτους ἀπὸ τῆς τοῦ θεοῦ δωρεᾶς λαβεῖν.] ὁποῖα, φησί, τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς θεός. περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουα αὐτὴ ἀποθανεῖται. τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος ἐγώ εἰμι ὁ ὤν; καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι μεθ' ἕτερα ἐξελέξατο ὁ θεὸ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήῃ, ἀλλ' εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ άρκα οφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖ· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν. 26 iv 18-22 ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι περὶ πάντων πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρονομήσειν