προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἐπι βληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι〛. 30 Τὸ «Ἐπίστευσαν» ἀντὶ τοῦ «Ἐβεβαιώθησαν» εἴρηται. τὴν γὰρ πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἐπὶ τῆς βεβαιώσεως λέγει. τούτοις οὖν καὶ τὴν δόξαν αὐτοῦ μᾶλλον ἐφανέρωσεν. κτιστοῦ γὰρ καὶ οὐ κτίσματος τὸ οὐσίαν μεταβαλεῖν. οὐ γὰρ ποιότητος ἁπλῶς ἀλλ' οὐ σίας μεταβολὴ τὸ ἐξ ὕδατος οἶνον γενέσθαι. 31 Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ
μαθηταὶ αὐτοῦ . 〚Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τού τους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.〛 ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ' αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμῳ τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελ φοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ καθ' ὁμολογίαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ
ἐχρημάτισεν. 〚τοῦτο γὰρ ὁ Μωϋσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπι βαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ' ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον, ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ
Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει〛, ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει. 32 [Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἦν ἡ καλουμένη Πάσχα, ὑπερ κειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑορταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἦγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὁ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἀλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς Ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς πωλεῖσθαι ἐκεῖ ὥσπερ <ἐν> ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ' ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπι κομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανεί ζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοι γαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέ θαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ' αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» ∆υνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] 33 Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ. οὗτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὧν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ τοῦ βάθους τῆς διανοίας πάντα.