τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμάτων οὕτω λαβὼν ἀφθονίαν. ἐπεὶ οὖν καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι μετεῖχον χάριτος πνευματικῆς δῆλον· οὐ γὰρ ἂν ἐνήργουν, ἃ ἐνήργουν τότε οἱ ἀπόστολοι σημεῖα, ἀλλὰ τῆς δαψιλείας καὶ ἀφθονίας καὶ τῆς ἀπειροδυνάμου τοῦ πνεύματος χάριτος οὔτε οἱ πάλαι προφῆται οὔτε οἱ μαθηταὶ ὑπῆρχον ἠξιωμένοι. τὸ οὖν οὔπω γὰρ ἦν πνεῦμα ἅγιον δεδομένον οὕτω φησίν· δαψιλῶς καὶ ἀφθόνως ὡς ἔμελλεν μετὰ ἀνάστασιν δίδοσθαι, ὅτε τοῖς μαθηταῖς ἐν εἴδει γλωσσῶν πυρίνων ἐπεφοίτησεν· ἢ σκοπητέον, εἰ μὴ ἁγίῳ τινὶ δυνάμει οἱ μαθηταὶ ἐπετέλουν, ἃ παραδόξως ἐτέλουν· τὸ γὰρ λέγειν τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ οὐκ οἶδα τί ἐστιν ἄλλο τοῦτο, εἰ μὴ πνευματικῶν χαρισμάτων χορηγία. ἔστιν δὲ οἶμαι καὶ τοῦτο εἰπεῖν, ὅτι πρὸ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος τῆς γεγενημένης ἐμφανῶς ὀλίγοι τινὲς ἄνθρωποι τῆς τοιαύτης ἠξίωντο χάριτος ὥσπερ οἱ πάλαι προφῆται καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι καὶ οὐδ' οὗτοι κατ' αἴσθησιν ἀδίστακτον ταύτην λαμβάνοντες, μετὰ δὲ τὴν ἀνάστασιν καὶ τὴν τοῦ παναγίου πνεύματος κατ' αἴσθησιν ἐπιφοίτησιν οὐκ ὀλίγοι καὶ εὐαρίθμητοι, ἀλλ' ἁπλῶς πᾶς ὁ πιστεύων πνευματικῶν χαρισμάτων ἠξίωτο. διὸ καὶ ὁ κύριος τοῦτο δεικνὺς ὁ πιστεύων φησίν, διὰ τοῦ ἄρθρου σύμπαντας περιλαμβάνων τοὺς πιστούς. 54 Jo 7, 39 Ποῖον πνεῦμα οὔπω ἦν; τῶν μυρίων καὶ ἀενάων χρισμάτων, ὧν ἐπλούτησαν οἱ ἀπόστολοι μετὰ τὴν διὰ γλωσσῶν ἐπιφοίτησιν καὶ διανομήν· εἰ γὰρ καὶ προφήταις ἐνεργεῖ τὸ πνεῦμα, ἀλλ' οὐχ οὕτως ἀέναον, ἀλλ' ἕν που ἢ δύο τῶν σημείων κατά τινος καιροῦ ἐνεργοῦντες ἐπαύοντο, οἱ δὲ ἀπόστολοι διὰ βίου τὰ τέρατα ἐπεδαψιλεύοντο ὥσπερ ἀπό τινος πηγῆς ἀειβλύστου προχέοντες τὰ θαυμάσια καὶ οὐ καθ' ἓν εἶδος, ἀλλ' ἅμα τε ξένοις ἐλάλουν γλώσσαις οἱ αὐτοὶ καὶ ἡρμήνευον ἀνιστάντες νεκροὺς καὶ προεφήτευον καὶ ἄλλα μυρία ὧν ἡ συνδρομὴ ἐπ' οὐδενὸς ὤφθη τῶν προφητῶν καὶ οὔπω τὸ μεῖζον· οὐ γὰρ αὐτοὶ ἐθαυματούργουν, ἀλλὰ καὶ ἑτέρους τὰ ἴσα τερατουργεῖν ἐθεούργουν· ἡ γὰρ τοιαύτη τοῦ παναγίου πνεύματος δύναμις καὶ χάρις οὔπω ἦν ἀνθρώποις κεχαρισμένη. 55 Jo 8, 14 Ἐπειδὴ πρότερον ἀλλαχοῦ ἔφη, ὅτι ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ καὶ παρήγαγεν τὸν Ἰωάννην καὶ τῶν ἔργων τὸ ὑπὲρ ἄνθρωπον καὶ αὐτοῦ τοῦ πατρὸς τὴν διὰ τῆς φωνῆς καὶ τοῦ πνεύματος μαρτυρίαν, ἐπειδὴ ταῦτα ἐκεῖσέ φησιν, νῦν δεσποτικώτερον καὶ θεοπρεπέστερον αὐτοῖς ἀποκρίνεται ἀνακαλύπτων τὴν ἐξουσίαν καὶ θεότητα αὐτοῦ· οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡ ἐμή, φησίν, μαρτυρία ὥσπερ ἡ ὑμετέρα, ἀλλὰ θεϊκὴ καὶ μηδὲ σκιὰν παραδεχομένη ψεύδους. κἀκεῖ μὲν μάρτυρας παράγει συγκαταβαίνων αὐτοῖς καὶ δι' ὧν ἦν καὶ τοὺς φιλονείκους πείθεσθαι, δι' ἐκείνων εἰς τὴν περὶ αὐτοῦ πίστιν ἐνάγων αὐτούς. ἐπειδὴ δὲ ἔτι ἐνέμενον τῇ ἀπιστίᾳ καὶ οὐδὲν αὐτοῖς ἡ πολλὴ συγκατάβασις ὤνησεν, ἅτε δὴ κατεχομένους ὑπὸ τῆς ἰδίας πωρώσεως, δεσποτικώτερον ἀποφαίνεται νῦν τὴν ἄνοιαν αὐτῶν ἐπιρραπίζων ὡς ἐξουσιαστής. 56 Jo 8, 19 Ἀντὶ τοῦ οὔτε ἐμὲ βούλεσθε εἰδέναι οὔτε τὸν πατέρα μου· εἰ γὰρ ἐμὲ ᾔδειτε, φησίν, βουλόμενοι μαθεῖν, ἔκ τε τῶν θεοσημείων, ὧν ἐπέδειξα ὑμῖν, ἔκ τε τῶν προφητικῶν χρησμῶν, καὶ τὸν πατέρα μου ἐγνώκετε ἄν. ἢ οὔτε ἐμὲ οἴδατε, δι' ὧν τἀναντία τῆς ὀρθῆς πολιτείας αἱρεῖσθε, οὔτε τὸν πατέρα μου· τοῖς αὐτοῖς γὰρ ἐγώ τε κἀκεῖνος ἡδόμεθα. 57 Jo 8, 39-41 Οὐ γὰρ ὅτε τυπικῶς καὶ διὰ τῶν ἀγγελικῶν μορφώσεων τὴν τριάδα ὑπεδέξατο, τὸν μὲν ἐτίμησεν, τοῦ δὲ πρὸς μιαιφονίαν ἠρέθιστο, ἀλλ' ὁμοτίμως τὸ σέβας τῇ τριαδικῇ κυριότητι ἀποδοὺς οὐδὲν τῆς ὁμοουσιότητος οὐδὲ κατὰ διάνοιαν ἐλυμήνατο οὐδὲ ἐστασίασεν τοὺς λογισμοὺς τὴν αὐτὴν ἐν τοῖς τρισὶν ἐξουσίαν βλέπων καὶ δύναμιν. διό φησιν· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν, ὑμεῖς δὲ διότι λέγω καὶ εἶπον ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν δεικνὺς καὶ διδάσκων ὑμᾶς τὸ ὁμοούσιον πατρὸς καὶ ἐμοῦ, ζητεῖτέ με ἀποκτεῖναι. καὶ πάλιν ἐκεῖνος ὁρῶν ἐπὶ καταστροφῇ