παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τὸ πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ ἡ ὠφέλεια τῆς περιτομῆς· κατ' ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ' ἄλλον νῦν ἡ σύγκρισις παρείληπται. Rο+m3,19-20 Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ, ὑπόχρεως εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ· εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ' αὐτῶν τῶν προφητῶν, ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς βαδίζουσι πολιτείας, τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ πλάνῃ, δηλονότι πᾶς ὁ κόσμος ὑπόχρεώς ἐστι πιστεῦσαι Χριστῷ τῷ θεῷ, τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν. εἶτα πάλιν ὥσπερ ἀντιπίπτον λύει. ἴνα γὰρ μή τις εἴπῃ· τί οὖν; ὁ νόμος οὐδὲν ὠφέλησεν; ἐπάγει· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ, ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ἴσως ὁ νόμος, εἰ ἐφύλαξαν οἱ παρειληφότες τὰ προστάγματα αὐτοῦ. ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν, ἐκ περιστάσεως καὶ ἔβλαψεν, οὐ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ. Rο+m3,21 ∆ικαιοσύνη θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι. Rο+m3,23-24 Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ· κατόπιν ἐγένοντο, οὐκ ἔφθασαν τοῦ δοξάζειν τὸν θεόν. ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτόν, οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν, οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες· διὸ πάντες πιστεύοντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται, τὸ πιστεύειν μόνον συνεισάγοντες. πῶς δὲ δικαιούμεθα; ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν. διὰ τίνος δὲ ἀπολυτρούμεθα; διὰ Ἰησοῦ Χριστοῦ. πῶς λυτροῦντος ἐκείνου; τῷ ἰδίῳ αἵματι. Ἢ καὶ οὕτω νοητέον· θεὸς αὐτοὺς δοξάζει πιστεύοντας· υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνεται, ἧς δηλονότι ἐξ ὧν ἡμάρτομεν, πάντες ὁμοίως ὑστερούμεθα· διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ. 488 Rο+m3,25-26 Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα· εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας, ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν. ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες, δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι, ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα. τί οὖν ἔδει τότε καὶ τὸν λίαν φιλάνθρωπον κριτὴν πρᾶξαι; πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν, καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελήθημεν, καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν. ὁ δὲ τί ποιεῖ; τότε λύτρον ἑαυτὸν δίδωσιν ὑπὲρ ἡμῶν, καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας, ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας. ὄντως χάρις μέτρον οὐκ ἔχουσα, ὄντως τοῦτο δωρεά, δωρεᾶς ἁπάσης νικῶσα τὴν δύναμιν. τοῦτο ἔνδειξις ὡς ἀληθῶς ἀφάτου δικαιοσύνης, καὶ δικαιοσύνης οὐκ ἀνθρωπίνης ἀλλὰ θείας καὶ ὑπὲρ ἄνθρωπον. διὸ καὶ αὐτὸς εἰπὼν εἰς ἔνδειξιν τῆς δικαιοσύνης, οὐχ ἁπλῶς ἀλλὰ αὐτοῦ φησιν, τοῦτ' ἔστι αὐτοῦ μόνου ἡ τοιαύτη καὶ τοσαύτη δικαιοσύνη· ἐν ᾧ γὰρ ἔδει καιρῷ κολασθῆναι, τότε ἠξίωσε τῆς εὐεργεσίας. ὦ παράστασις ἄφατος δικαιοσύνης, ὦ ἀπόδειξις παντὸς δύναμιν λόγου ἐλέγχουσα. Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ εἰπών, ἐπήγαγεν· ἐν τῷ νῦν καιρῷ· ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ, τοῦτ' ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο, πλήρης ἦν φιλανθρωπίας, πλήρης δωρεᾶς, πλήρης χάριτος. διὸ καὶ ἔλεγεν· οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος. ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως, ἀλλ' ἀνταπόδοσίς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων, ὡς καὶ αὐτὸς πάλιν φησίν· ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ καὶ ἑξῆς. Ἢ καὶ οὕτως ἐκληπτέον· ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης. πῶς καὶ τίνα τρόπον; εἰ γὰρ τοσοῦτον μακροθυμήσας, τοσοῦτον χαρισάμενος, τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ' ἔσχε βελτιωθέντας, μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς τιμωρίας. Rο+m4,1-3 Τὸ κατὰ