ἐπέστραπται πρὸς ἑαυτὸ κατὰ φύσιν καὶ ἔστι τέλειον ἐν τῇ πρὸς ἑαυτὸ ἐπιστροφῇ, καὶ τὴν οὐσίαν ἂν παρ' ἑαυτοῦ ἔχοι· πρὸς ὃ γὰρ ἡ κατὰ φύσιν ἐπιστροφή, ἀπὸ τούτου καὶ ἡ πρόοδος ἡ κατ' οὐσίαν ἑκάστοις. εἰ οὖν ἑαυτῷ τὸ εὖ εἶναι παρέχει, καὶ τὸ εἶναι δήπου ἑαυτῷ παρέξει, καὶ ἔσται τῆς ἑαυτοῦ κύριον ὑποστάσεως. αὐθυπόστατον ἄρα ἐστὶ τὸ πρὸς ἑαυτὸ δυνάμενον ἐπιστρέφειν. 44 Πᾶν τὸ κατ' ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ κατ' οὐσίαν ἐπέστραπται πρὸς ἑαυτό. εἰ γὰρ τῇ μὲν ἐνεργείᾳ δύναται ἐπιστρέφεσθαι πρὸς ἑαυτό, τῇ δὲ οὐσίᾳ ἀνεπίστροφον ὑπάρχοι, κρεῖττον ἂν εἴη κατὰ τὴν ἐνέργειαν μᾶλλον ἢ κατὰ τὴν οὐσίαν, τῆς μὲν ἐπιστρεπτικῆς οὔσης, τῆς δὲ ἀνεπιστρόφου· τὸ γὰρ ἑαυτοῦ ὂν κρεῖττον ἢ τὸ ἄλλου μόνον, καὶ τὸ ἑαυτοῦ σωστικὸν τελειότερον ἢ τὸ ὑπ' ἄλλου μόνον σωζόμενον. εἰ ἄρα τι κατ' ἐνέργειάν ἐστι τὴν ἀπὸ τῆς οὐσίας πρὸς ἑαυτὸ ἐπιστρεπτικόν, καὶ τὴν οὐσίαν ἐπιστρε πτικὴν ἔλαχεν, ὡς μὴ ἐνεργεῖν πρὸς ἑαυτὸ μόνον, ἀλλὰ καὶ ἑαυτοῦ εἶναι καὶ ὑφ' ἑαυτοῦ συνέχεσθαι καὶ τελειοῦσθαι. 45 Πᾶν τὸ αὐθυπόστατον ἀγένητόν ἐστιν. εἰ γὰρ γενητόν, διότι μὲν γενητόν, ἀτελὲς ἔσται καθ' ἑαυτὸ καὶ τῆς ἀπ' ἄλλου τελειώσεως ἐνδεές· διότι δὲ αὐτὸ ἑαυτὸ παράγει, τέλειον καὶ αὔταρκες. πᾶν γὰρ γενητὸν ὑπ' ἄλλου τελειοῦται τοῦ παρέχοντος αὐτῷ γένεσιν οὐκ ὄντι· καὶ γὰρ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ ἀτελοῦς εἰς τὸ ἐναντίον τέλειον. εἰ δ' ἑαυτό τι παράγει, τέλειον ἀεί ἐστιν, ἀεὶ τῇ ἑαυτοῦ αἰτίᾳ συνόν, μᾶλλον δὲ ἐνυπάρχον, πρὸς τὸ τῆς οὐσίας τελειωτικόν. 46 Πᾶν τὸ αὐθυπόστατον ἄφθαρτόν ἐστιν. εἰ γὰρ φθαρήσεται, ἀπολείψει ἑαυτὸ καὶ ἔσται ἑαυτοῦ χωρίς. ἀλλὰ τοῦτο ἀδύνατον. ἓν γὰρ ὄν, ἅμα καὶ αἴτιόν ἐστι καὶ αἰτιατόν. πᾶν δὲ τὸ φθειρόμενον ἀποστὰν τῆς ἑαυτοῦ αἰτίας φθείρεται· ἐν ὅσῳ γὰρ ἂν ἐξέχηται τοῦ συνέχοντος αὐτὸ καὶ σώζοντος, ἕκαστον συνέχεται καὶ σώζεται. οὐδέποτε δὲ ἀπο λείπει τὴν αἰτίαν τὸ αὐθυπόστατον, ἅτε ἑαυτὸ οὐκ ἀπολεῖπον· αἴτιον γὰρ αὐτὸ ἑαυτῷ ἐστιν. ἄφθαρτον ἄρα ἐστὶ τὸ αὐθυπό στατον πᾶν. 47 Πᾶν τὸ αὐθυπόστατον ἀμερές ἐστι καὶ ἁπλοῦν. εἰ γὰρ μεριστόν, αὐθυπόστατον ὄν, ὑποστήσει μεριστὸν ἑαυτό, καὶ ὅλον αὐτὸ στραφήσεται πρὸς ἑαυτὸ καὶ πᾶν ἐν παντὶ ἑαυτῷ ἔσται. τοῦτο δὲ ἀδύνατον. ἀμερὲς ἄρα τὸ αὐθυπόστατον. ἀλλὰ μὴν καὶ ἁπλοῦν. εἰ γὰρ σύνθετον, τὸ μὲν χεῖρον ἔσται ἐν αὐτῷ, τὸ δὲ βέλτιον, καὶ τό τε βέλτιον ἐκ τοῦ χείρονος ἔσται καὶ τὸ χεῖρον ἐκ τοῦ βελτίονος, εἴπερ ὅλον ἀφ' ὅλου ἑαυτοῦ πρόεισιν· ἔτι δὲ οὐκ αὔταρκες, προσδεὲς ὂν τῶν ἑαυτοῦ στοι χείων, ἐξ ὧν ὑφέστηκεν. ἁπλοῦν ἄρα ἐστὶ πᾶν ὅπερ ἂν αὐθυπόστατον ᾖ. 48 Πᾶν τὸ μὴ ἀΐδιον ἢ σύνθετόν ἐστιν, ἢ ἐν ἄλλῳ ὑφέστη κεν. ἢ γὰρ διαλυτόν ἐστιν εἰς ταῦτα ἐξ ὧν ἐστι, καὶ πάντως σύγκειται ἐξ ἐκείνων εἰς ἃ διαλύεται· ἢ ὑποκειμένου δεόμενον, καὶ ἀπολεῖπον τὸ ὑποκείμενον οἴχεται εἰς τὸ μὴ ὄν. εἰ δὲ ἁπλοῦν εἴη καὶ ἐν ἑαυτῷ, ἀδιάλυτον ἔσται καὶ ἀσκέδαστον. 49 Πᾶν τὸ αὐθυπόστατον ἀΐδιόν ἐστι. δύο γάρ εἰσι τρόποι, καθ' οὓς ἀνάγκη τι μὴ ἀΐδιον εἶναι, ὅ τε ἀπὸ τῆς συνθέσεως καὶ ὁ ἀπὸ τῶν ἐν ἄλλῳ ὄντων. τὸ δὲ αὐθ υπόστατον οὔτε σύνθετόν ἐστιν, ἀλλ' ἁπλοῦν· οὔτε ἐν ἄλλῳ, ἀλλ' ἐν ἑαυτῷ. ἀΐδιον ἄρα ἐστίν. 50 Πᾶν τὸ χρόνῳ μετρούμενον ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν γένεσίς ἐστι ταύτῃ, ᾗ μετρεῖται κατὰ χρόνον. εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται, προσήκοι ἂν αὐτῷ τὸ κατὰ χρόνον εἶναι ἢ ἐνεργεῖν, καὶ τὸ ἦν καὶ τὸ ἔσται διαφέροντα ἀλλήλων· εἰ γὰρ ταὐτὸν κατὰ ἀριθμὸν τὸ ἦν καὶ τὸ ἔσται, οὐδὲν ὑπὸ χρόνου πέπονθε πορευομένου καὶ ἀεὶ ἄλλο τὸ πρότερον ἔχοντος καὶ τὸ ὕστερον. εἰ οὖν ἄλλο τὸ ἦν καὶ ἄλλο τὸ ἔσται, γινόμενον ἄρα ἐστὶ καὶ οὐδέποτε ὄν, ἀλλὰ τῷ χρόνῳ συμπορεύε ται, ὑφ' οὗ μετρεῖται, ἐν τῷ γίνεσθαι ὂν καὶ οὐχ ἱστάμενον ἐν τῷ αὐτῷ εἶναι, ἀλλ' ἀεὶ δεχόμενον τὸ εἶναι ἄλλο καὶ ἄλλο, ὡς τὸ νῦν κατὰ τὸν χρόνον ἄλλο ἀεὶ καὶ ἄλλο διὰ τὴν τοῦ χρόνου πορείαν. οὐχ ἅμα ἄρα ὅλον ἐστίν, ἐν τῷ σκιδναμένῳ τῆς χρονικῆς παρατάσεως ὄν, καὶ συνεκτεινόμενον· τοῦτο δέ ἐστιν ἐν τῷ μὴ εἶναι τὸ εἶναι ἔχειν· τὸ γὰρ γινόμενον ὃ γίνεται οὐκ ἔστι. γένεσις ἄρα ἐστὶ τὸ οὕτως ὄν. 51 Πᾶν τὸ