11
ἀγαθὸν, τὸ παρά κλητον, τὸ ἐκ Θεοῦ προελθὸν, οὐ γεννηθέν· εἷς γὰρ Μονογενής· οὔτε μὴν κτισθέν· οὐδαμοῦ γὰρ εὑρίσκο μεν ἐν τῇ θείᾳ Γραφῇ τῇ κτίσει συναριθμούμενον, ἀλλὰ Πατρὶ καὶ Υἱῷ συνταττόμενον· ἐκπορευόμενον δὲ αὐτὸ ἐκ τοῦ Πατρὸς ἠκούσαμεν, καὶ οὐ πολυπρα γμονοῦμεν πῶς ἐκπορεύεται, ἀλλὰ στέργομεν τοῖς τεθεῖσιν ἡμῖν ὅροις ὑπὸ τῶν θεολόγων καὶ μακαρίων ἀνδρῶν.
Κʹ. Ὅτι Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντάτ τεται. Ἐδιδάχθημεν γὰρ ὑπ' αὐτοῦ
τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Τριάδος συμπληρωτικὸν τὸ Πνεῦμα τὸ ἅγιον· «Πορευθέντες γὰρ, φησὶ, μαθη τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύμα τος·» τῷ δὲ Πατρὶ καὶ Υἱῷ συμμαρτυρούμενον, τῆς κτίσεώς ἐστι πάσης ὑπέρτερον. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος μετὰ Πατρὸς αὐτὸ καὶ Υἱοῦ κηρύττων δια τελεῖ· «Ἡ χάρις γὰρ, φησὶ, τοῦ Κυρίου ἡμῶν 75.1177 Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.»
ΚΑʹ. Ἀπόδειξις τῆς τοῦ Πνεύματος δεσπο τείας. Καὶ πάλιν· «∆ιαιρέσεις δὲ
χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Αὐτοῦ δὲ κηρύττων τὴν ἐξουσίαν ἐβόα· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ αὐτὸ καὶ τὸ ἓν Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται διανέμει τοῖς πι στεύουσι τὰ δῶρα.» ∆ι' αὐτοῦ γὰρ τῶν ἁμαρτημάτων ἐλάβομεν τὴν ἀπαλλαγήν· δι' αὐτοῦ τῆς ἐλευθερίας τυγχάνομεν· δι' αὐτοῦ τοῦ τῆς υἱοθεσίας χαρίσματος ἀπολαύομεν· «Οὐ γὰρ ἐλάβομεν Πνεῦμα, φησὶν ὁ Παῦλος, δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Καὶ ἀλλαχοῦ· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ ἑτέρωθεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευ θερία·» τὸ δὲ τοὺς ἄλλους ἐλευθεροῦν, οὐ δουλεύει· πῶς γὰρ ἂν τοῖς ὁμοδούλοις μεταδοίη ὧν οὐ μετέχει, οὗ τυχεῖν οὐκ ἰσχύει, οὗ ἀπολαῦσαι βούλεται μὲν, ὡς εἰκὸς, οὐ δύναται δέ; Εἰ δὲ μεταδίδωσι τοῖς πιστεύου σιν ἐλευθερίας, καὶ ἐλευθεροῖ τοὺς δουλεύοντας, οὐ δουλεύει δηλονότι, ἀλλὰ δεσπόζει, καὶ δεσποτικῶς τὴν ἐλευθερίαν οἷς ἐθέλει χαρίζεται· διὸ καὶ ὁ μα κάριος ἔφη Παῦλος, ὅτι «Πάντα ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» ∆ιὸ καὶ ὁ προφήτης ἐν τῇ Παλαιᾷ τὴν ἐξουσίαν αὐτοῦ κηρύττων ἐβόα· «Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ ὁ Θεὸς ἐγκαλῶν τοῖς Ἰουδαίοις· «Ἐποιήσατο, φησὶ, βουλὴν, καὶ οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» κοινωνὸν τῆς δεσποτείας δεικνὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἑτέρωθεν· «∆ιὸ, φησὶν, ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.»
ΚΒʹ. Ὅτι δημιουργὸς ὁ Παράκλητος. Καὶ ὁ Ἰὼβ δημιουργὸν αὐτὸ καὶ
δεσποτικὸν εἶναι πιστεύων, ἀλλ' οὐχ ὑπουργικὸν, οὐδὲ ποίημα· «Πνεῦμα θεῖον, φησὶν, τὸ ποιῆσάν με, πνοὴ δὲ παν τοκράτορος ἡ διδάσκουσά με.» Εἰ δὲ τὴν ἀνθρωπίνην φύσιν ἐδημιούργησε, τὴν αὐτὴν οὐσίαν ἔχει Πατρὶ καὶ Υἱῷ· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου ποιήσει εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.» Ὧν δὲ ἡ εἰκὼν μία, τούτων δη λονότι καὶ ἡ οὐσία μία.
ΚΓʹ. Ὅτι ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐσίας θείας ὑπάρχει τὸ Πνεῦμα
τὸ ἅγιον, 75.1180 αὐτὸς ὁ Θεὸς ἡμᾶς διδάσκει διὰ τοῦ προφήτου λέγων Ἰωήλ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» ∆ιδάσκει δὲ ἡμᾶς ὁ δεσπότης Χριστὸς πρὸς τοὺς μαθητὰς λέγων· «Ὅταν δὲ παραδώσιν ὑμᾶς, μὴ