11
τὸν πρύτανιν· ὅπως καὶ ἐφορᾷ τὰ ἀνθρώ πεια, καὶ τοῖς ἐπιμελῶς προσιοῦσι τὰς αἰτήσεις ὀρέγει· καὶ τοὺς ματαίους ὑμῶν λογισμοὺς ἀποῤ ῥίψαντες. εʹ. "Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν." Οὐ γὰρ ἁπλῶς με τῶν προσπε 80.892 σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε· τοῦτο γὰρ εἶπεν, "ἐθαυμάστωσε·" καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος. Ὅσιον δὲ πάλιν ἐνταῦθα ἀντὶ τοῦ τὸν ἀθῶον τέθεικε, καὶ τὸν οὐδὲν ἠδικηκότα τοὺς πολεμοῦντας, ἀλλ' ὑπ' αὐτῶν ἠδικημένον. Βαρυκαρδίους δὲ τοὺς ἀπίστους εἰκότως ὠνόμασεν, ὡς ἀναβλέπειν πρὸς Θεὸν οὐκ ἐθέλοντας, καὶ τὰς θείας οἰκονομίας οὐ βουλομένους ὁρᾷν· ἐκ μεταφορᾶς τῶν ὑπό τινος οἰνοφλυγίας βα ρυνομένων τὴν κεφαλὴν ἐκ τῶν κάτωθεν ἀναπεμπο μένων ἀτμῶν, καὶ μύειν τοὺς ὀφθαλμοὺς ἀναγκα ζομένων, καὶ διανοίγειν οὐ δυναμένων. Ὀργίζεσθε. Ἐνταῦθα ὑποστικτέον, καὶ οὕτως τὰ λοιπὰ ἀναγνωστέον, "καὶ μὴ ἁμαρτάνετε." Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανιστα μένους εὐημεροῦντας ὁρῶντες. Ἀλλὰ μὴ αὔξετε κακὸν τῷ κακῷ, πείθειν καὶ τοὺς ἄλλους πειρώμε νοι, ὡς ἄτακτα πάντα καὶ ἀκυβέρνητα φέρεται. Τούτων γὰρ τοὐναντίον προσήκει ποιεῖν, τῶν μεθ' ἡμέρας γινομένων ἁμαρτάδων σφᾶς αὐτοὺς νύκτωρ τὰς εὐθύνας εἰσπράττειν. "Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατα νύγητε." Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν· εἰκότως ἐν τούτῳ τὴν ἐξέτασιν ποιεῖσθαι "προσέταξε τῶν ἐν ἡμέρᾳ λεγομένων ἢ πραττομένων, καὶ τῷ τῆς κατανύξεως φαρμάκῳ τὰ τραύματα θεραπεύειν ἐνομοθέτησε." ϛʹ. "Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον." Καὶ διὰ τούτων τῶν ῥημάτων τὴν νομικὴν λατρείαν, ὡς περιττὴν, ἀποπέμπεται, καὶ τὴν τῆς δικαιοσύνης θυσίαν προσφέρειν νομοθετεῖ· πάσης γὰρ ἑκατόμβης καὶ χιλιόμβης τῆς δικαιοσύ νης ἡ κτῆσις θυμηρεστέρα τῷ Θεῷ, συνημμένης αὐτῇ δηλονότι τῆς εἰς αὐτὸν ἐλπίδος. Ἐπεὶ πολλοὶ καὶ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ τῶν τἀναντία φρονούντων αἱρετικῶν, καὶ σωφροσύνην, καὶ δι καιοσύνην ἔστιν ὅτε μετίασιν· ἀλλὰ τῆς εὐσε βείας ἐστερημένοι, καρπὸν ἐντεῦθεν οὐδένα πορίζονται. ∆ιὸ τὸ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπε σίου ∆αβὶδ παρεγγυᾷ, οὐ μόνον θῦσαι θυσίαν δικαιο σύνης, ἀλλὰ καὶ ἐλπίσαι ἐπὶ Κύριον. Οὕτω δὲ καὶ ὁ ∆εσπότης Χριστός φησι τοῖς ἑαυτοῦ μαθηταῖς, "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλή ματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι." Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ οὐχ ἁπλῶς εἶπε, "Μὴ φέρον καρπὸν," ἀλλ' "ἐν ἐμοὶ μὴ φέρον καρπὸν," τουτέστι, κατὰ τὰς ἐμὰς ἐντο 80.893 λὰς, κατὰ τὰς ἐμὰς νομοθεσίας, μετὰ τῆς εἰς ἐμὲ πίστεως ὥς τινων καὶ δίχα τῆς εἰς αὐτὸν ὁμολο γίας διὰ δόξαν ἀνθρωπίνην ἀρετῆς ἐπιμελεῖσθαι δοκούντων. "Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Αἰνίττεται οὓς βαρυκαρδίους ὠνόμασεν, ὡς δυσχεραίνοντας ἐπὶ τοῖς προσπίπτουσι λυπηροῖς, λέγειν τοῦτο τολμῶντας ζʹ. "Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου." Ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ λογίζονται καὶ φθέγγονται· ἡμεῖς δὲ οἱ τῆς σῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι, καὶ ταῖς παρὰ σοῦ φωτισθέν τες ἀκτῖσι, καὶ ἐν αὐταῖς ταῖς ἐπανισταμέναις ἡμῖν συμφοραῖς ἀποχρῶσαν ἔχομεν παραψυχὴν τὴν εἰς σὲ ἐλπίδα. ηʹ. "Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν." Πάλιν ἐκείνων κατηγορεῖ τῶν λεγόντων· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" ὡς τοσού των καὶ κατὰ τὸν παρόντα βίον ἀπολαυόντων, καὶ ἀχαριστίαν νοσούντων. Ἔστι δὲ τὸ νόημα μεθ υπέρβατον· "Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν." Καίτοι, φησὶν, οἱ ταῦτα λέγοντες τῶν παντοδαπῶν τῆς γῆς καρπῶν ἀπο λαύουσι· διὰ γὰρ τῶν τριῶν τούτων εἰδῶν τῶν τῇ ἀνθρωπείᾳ φύσει διαφερόντων, ἀναγκαίως καὶ τὰ ἄλλα συμπεριέλαβεν ἀγαθά· τὴν ἐκείνων ἐλέγχων ἀγνωμοσύνην, ὅτι καὶ ἐν ταῖς