11
δεῦρο, εἴπατε, ἄνδρες· καὶ τίς ἑώρακεν ἐπ' ἄλλης βασιλείας τοιοῦτον καὶ τοσοῦτον κατόρθωμα; ἐπαινέσατε αὐτὴν πάντες οἱ λαοί· μεγαλύνατε αὐτὴν σὺν ἡμῖν, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἱερεῖς τε καὶ μονασταὶ καὶ πᾶν τὸ χριστιανικὸν φῦλον. οὐδὲ γὰρ ὅτι τῶν τοσούτων τοῦ χρυσίου ταλάντων ἡ ἄφεσις γέγονε θαυμαστὸν μόνον, καίπερ ὂν ἀνυπέρβλητον, ἀλλ' ὅτι καὶ πόρος ἀδικίας πολυπλάσιος ἐν τῇ τοιαύτῃ ὑποθέσει συνεξεκόπη ὁσιώτατον. ἤρθη ἐκ μέσου στραγγαλιὰ βιαίων καὶ ψυχοφθόρων ἀπαιτημάτων λαθοῦσα τοὺς πρὸ σοῦ ἅπαντας, καίπερ τινὰς εὐσεβῶς βεβασιλευκότας· τοῦτο γὰρ σοὶ ἀπέκειτο. πέπαυται ἐφομοσία, πολυορκία, μᾶλλον δὲ ψευδορκία ἐπί τε τῶν ἀπαιτούντων καὶ ἀπαιτουμένων, ἀμφοτέρων ἐντεῦθεν ὡς τὸ συμβὰν ἀπολλυμένων, τοῦ μὲν ὅ τι ἀποκρύψειεν πειρωμένου, τοῦ δὲ ὅτι ὑπερπιάσειεν καταπολυορκοῦντος. πέπαυται ἔκθλιψις στενοχωρουμένων καὶ πενομένων φροντιστήρια, οὐχ ὅπως τῆς πτωχείας φάρμακον ἀλεξιτήριον ἐξευρεθείη ζητούντων (ἧττον γὰρ ἂν ἦν τὸ λυπηρόν), ἀλλ' ἵνα τὸ ἀσύνθετον καὶ ἄνωθέν πως ὡς ἁμαρτίας γέννημα ἐπεισφρῆσαν ἀποτίσωνται τοῖς πράκτορσιν. οὐκέτι αἱ ὁδοὶ τελωνοῦνται, ὅσαι κατὰ γῆς, ὅσαι κατὰ θάλασσαν. ἀντίφθογγα ταῦτα τῶν ὑπὸ τοῦ μεγάλου καὶ ἱεροῦ Χρυσοστόμου εἰρημένων· οὐκέτι ἠπειρῶται ἐξαργυρίζονται ἄδικα κατὰ τοὺς στενωποὺς ἐκ τῶν ἐπικαθημένων ὡσανεὶ ἀγρίου τινὸς δαίμονος ἢ ἀτιθάσσου θηρός, ἀπογευομένου πάντως ἐκ τῆς τοῦ πενομένου ὁδίτου ἐπιφορτώσεως, οὐδ' αὖ δέει τῶν τοιούτων αἰσχρῶν λημμάτων οἴκοι μένουσιν οἱ ἀπορούμενοι, μήτε τὰ ἐν ἄστει μήτε τοὺς παραθαλασσίους τόπους καταλαμβάνοντες· πανταχοῦ γὰρ οἱ τῆς ἀδικίας σκόπελοι προεστήκασιν. οὐκέτι οἱ πλωτῆρες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ ἐξορμώμενοι καὶ καταπλέοντες ὑποπνίγονται, ὡς ἂν ἐκ λαιμοῦ τοῖς στενοῖς στομίοις τὸ τελωνούμενον ἀποδώσοντες. ἀφείθησαν οἱ τὴν ἀγρευτικὴν μέθοδον μετερχόμενοι, κούφως ταύτην διαλαμβάνοντες, Εἰρήνη ἱερόψυχε. ὁ ἁλιεὺς τυχὸν τρεῖς ἰχθύας ἀν ελκύσας καὶ τοῦτο πάντως πολλὰ κεκοπιακὼς δι' ὅλης ἡμέρας τὸν ἕνα οὐκ ἀποτίννυσιν. ὁ τοξότης ἢ ὁ ἰξευτής, οὕσπερ ἐθήρευσεν ὀλίγους τάχα ὄρνεις, ἐξ ὧν αὐτῷ ἡ ἀναγκαία τροφή, ἀλογοθέτητος διαμένων εὐζωήσειεν. αἱ στρατιώτιδες, τὸ οἰκεῖον πένθος ἔχουσαι τῆς ἀνδρικῆς ἀποβολῆς, οὐκ ἐπιθρηνήσουσι πικρῶς τὴν ὑπὲρ τοῦ θανέντος ἐλεεινὴν καὶ ἀπάνθρωπον ἐξαπαίτησιν. καὶ πάρειμι τοὺς συβότας, τοὺς προβατεμπόρους, τοὺς οἰνοπράτας· ἐῶ λέγειν τοὺς κρεοπώλας, τοὺς ἱστουργοῦντας, τοὺς χαλκετύπους, τοὺς σκυτοτόμους, τοὺς δευσοποιούς, ἀρωματοπράτας τε καὶ ἀρχιτέκτονας, καὶ συλλήβδην εἰπεῖν ἅπασαν μέθοδον, ὅση κατὰ χρυσουργίαν, ὅση κατὰ ξυλουργίαν, ὅση κατὰ πᾶσαν ἄλλην ὕλην ἐπιθεωρεῖται. Ἵνα μὴ μακρὸν ἀποτίννυμι λόγον ἐν τῇ τοιαύτῃ κατακερμασίᾳ, ὦ πανάγαστε δέσποινα, ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν ἅπαντες καὶ ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, ἐκεῖνα εἰρηκότες· εὐλογήσω σε, Κύριε, ὅτι ἠλέησάς με καὶ ἐγένου μοι εἰς σωτηρίαν· διὸ πεποιθὼς ἔσομαι ἐπὶ τῇ θεοσδότῳ μου βασιλείᾳ. ταῦτα πάντα αἰνέσεως πλήρης καὶ ἐξυμνήσεως, Εἰρήνη φίλη Χριστοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. ταῦτα οὐ μόνον ἐν τῇ ἐπικρατείᾳ τῆς βασιλείας σου, ἀλλὰ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης διαδοθήσονται, καὶ ἀκούσονται ἀλλοεθνεῖς καὶ θαυμάσονται καὶ πτοηθήσονται ἀπὸ τῆς εὐπραξίας τῶν σοφῶν σου ἐπιτηδευμάτων· αἰδοῦνται γάρ, φησίν, ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὡς ὁ τῶν θεολόγων διαπρύσιος. οὕτω φυλάττεταί σου ἀρραγὲς τὸ βασίλειον, οὕτω εἴκει καὶ πείθεταί σοι ἀσμένως τὸ ὑπήκοον· ταύτῃ θεραπεύεις τὸ θεῖον, ταύτῃ ἐπευφραίνεις τοὺς ἐκλεκτοὺς θεοῦ ἀγγέλους, ἀλλ' οὖν καὶ τοὺς ὁσίως καὶ δικαίως πολιτευομένους, Εἰρήνη θεονόμαστε. ἐν τούτοις ἡ εὐσέβειά σου διαλάμπει, ἐν τούτοις πᾶν στόμα καὶ πᾶσα γλῶσσα πρὸς αἴνεσίν σου ἐξανοίγεται· αὕτη ὡς ἀληθῶς ἡ δόξα τῆς ἐκκλησίας, αὕτη ἡ σφραγὶς τῆς περιποιηθείσης σοι