1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

11

ἀνθρώπων δάκρυα μὲν ἐκχεῖται οὐχ ὅταν θέλωμεν, σώματος δὲ ὄντα φυσικὰ πάθη ἀκουσίως ταῦτα ὑπομένομεν, ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ' ἐπ' ἐξουσίας πάντα ποιῶν καὶ κατὰ τῶν ἐχθρῶν τῇ αὐτῇ δυνάμει χρήσεται. 156 Jo 11, 34 156 Οὐκ ἀγνοῶν τοῦτο εἶπεν, ἀλλ' ἵνα ἐκ τῆς πεύσεως τὰ παρόντα πλήθη παρορμήσῃ ἐπὶ τὸ θεάσασθαι τὸ θαῦμα προφάσει τοῦ ὑποδεῖξαι τὸν τόπον καὶ πολλοὶ πιστεύσωσιν. 157Jo 11, 35 Ἐδάκρυσε συμπαθήσας τοῖς δακρύουσιν, οὐ μὴν τὸν τεθνηκότα ὃν ἤμελλεν ἀναστήσειν. 158Jo 11, 36-37 Οἱ Ἰουδαῖοι σύμβολον τῆς πρὸς τὸν ἀπελθόντα ἀγάπης τὰ δάκρυα ὑπελάμ βανον. διὸ ἔλεγον ταῦτα, μεμνημένοι δὲ τοῦ ἐπὶ τοῦ τυφλοῦ <θαύματος> συνεζήτουν πρὸς ἑαυτούς, πῶς συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. ἐκεῖνοι μὲν οὖν ἥττονα ἐζήτουν, ὁ δὲ ἸηJoῦς μείζονα ἐποίησεν· οὐ γὰρ ὅμοιον ἦν τὸ ποιῆσαι τὸν Λάζαρον μὴ ἀποθανεῖν τῷ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν, ὅπου εἰ νοJoῦντα αὐτὸν ἤγειρεν, ἠδύναντο οἱ ἀγνώμονες <ἐπὶ> τοῦ νοσήματος τὴν φύσιν ἀνενεγκεῖν τὴν ὑγείαν, ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ ἐκ νεκρῶν ἀναστάντος. 159Jo 11, 38-39 Συντείνας ἑαυτὸν ἐπὶ τὸ προκείμενον θαῦμα μετ' ἐμβριμήσεως ἐπὶ τὸν τόπον ἦλθεν. δυνάμενος δὲ δίχα ἀνθρωπίνης ἐνεργείας καὶ τὸ σπήλαιον ἀνοῖξαι τοῖς παροῦσιν ἐπιτρέπει ποιῆσαι τοῦτο, ὅπως τῆς δυσωδίας αἰσθόμενοι πληρο φορηθῶσιν, ὅτι οὐ μόνον ἐτεθνήκει, ἀλλ' ὅτι καὶ ὀσμῆς ἤδη ἐπεπλήρωτο. 160 Jo 11, 39 Τεκμαιρομένη τῶν ἡμερῶν τὸ διάστημα, ὅτι ἱκανὸν ἦν λῦσαι τοῦ νεκροῦ τὸ σῶμα, εἶπεν τοῦτο. 161 col1Jo 11, 40 ∆όξα δὲ θεοῦ δείκνυται οὐκ ἐκ τῆς ἀκολουθίας τῶν κατὰ φύσιν γενο μένων, ἀλλ' ἐκ τῆς θαυματουργίας τῶν ὑπὲρ τὴν φύσιν παρ' ἐλπίδα ἀποτελου μένων. ∆όξα θεοῦ δείκνυται ἐκ τῆς θαυματουργίας τῶν ὑπὲρ φύσιν παρ' ἐλπίδα τελουμένων. 162 Jo 11, 41 Ἀποκινηθέντος τοίνυν τοῦ λίθου καὶ τοῦ σπηλαίου ἀνοιγέντος ὁ ἸηJoῦς ἦρεν τοὺς ὀφθαλμοὺς καὶ εἶπεν· εὐχαριστῶ Joι, πάτερ, ὅτι ἤκου σάς μου. 163 Jo 11, 43 ἐγὼ δὲ νομίζω μεγάλην αὐτὴν εἰρηκέναι διὰ τὸ θεῖαν αὐτὴν εἶναι καὶ μετ' ἐξουσίας εἰρῆσθαι τῆς θεοπρεποῦς καὶ οὐ διὰ τὸ ἀνάστημα καὶ γεγωνὸς τῆς φωνῆς. 164 Jo 11, 43-44 ∆ιὰ τὸ ἄπιστον τῶν Ἰουδαίων οὐ μόνον τὸν νεκρὸν ἐζωοποίησεν, ἀλλὰ καὶ δεδεμένον τοὺς πόδας καὶ τὰς χεῖρας ἐξελθεῖν παρεσκεύασεν, ὅπερ καὶ αὐτὸ μέγιστον ὑπῆρχε θαῦμα. καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὡς φίλος θάνατον προσεποι ήσατο καὶ ὅτε ἐφώνησεν αὐτόν, ἐξῆλθεν· καὶ γὰρ ὅμοιον ἦν σημεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ περιπατεῖν δεδεμένον. 165 Jo 11, 44 ∆ιὰ τὸ μὴ ἔχειν τοὺς ἀγνώμονάς τι λέγειν ἐκέλευσεν αὐτοὺς ἰδίαις χερσὶν λῦσαι τὰ τοῦ Λαζάρου δεσμά, ἵνα καὶ ἄκοντες μαρτυρήσωσιν τούτῳ. 166Jo 11, 45-46 Νικηθέντες τῷ θαύματι ἐπίστευσαν καὶ ἀπελθόντες εἶπον τοῖς ἀρχι ερεῦσιν οἱ Ἰουδαῖοι, ἃ ἑωράκασιν. 167 Jo 11, 47-48 Τοσαύτην εἶχον πώρωσιν ὡς ὁμολογεῖν μὲν αὐτοῦ τὰ σημεῖα, οὐδὲν δὲ ἧττον σκέπτεσθαι περὶ τῆς ἀναιρέσεως αὐτοῦ διὰ τοῦτο μόνον ἐξ ἀμέτρου κακίας φονῶντες κατ' αὐτοῦ. 168Jo 11, 48 Τοῦτο ἔλεγον, ἐπείπερ συνέβαινε τοὺς πιστεύοντας καὶ βασιλέα αὐτὸν εὐθὺς ὁμολογεῖν, καὶ ἐπετίθεντο αὐτοῖς οἱ Ῥωμαῖοι ὡς ἀνταίρουσιν. καὶ διὰ τοῦτο ἀνάστασιν ὑπέμειναν ὑπὸ Ῥωμαίων παθόντες ἀνήκεστα. 169Jo 11, 49-52 Προέλεγε δὲ τὸ γενησόμενον οὐ προφητικῆς μετέχων ἀρετῆς, ἀλλὰ διὰ τὸ ἀντιλαβέσθαι ἱερατικῆς ἀξίας. ἔλεγε δὲ οὐκ εἰδὼς ὃ ἐλάλει οὐδὲ ἐπιστάμενος τὴν τοῦ πράγματος οἰκονομίαν· ὁ μὲν γὰρ εἰς τὴν κατὰ τοῦ κυρίου ἐπιβουλὴν παρώρμα τοὺς ἀκούοντας, ἐπ' ἄλλης δὲ θεωρίας ἐτελεῖτο τὸ πρᾶγμα τοῦ πατρὸς λύτρον ἑαυτὸν δεδωκότος ὑπὲρ πάντων καὶ ἀποθανόντος οὐχ ὑπὲρ μόνου τοῦ λαοῦ, ἀλλὰ καὶ ὑπὲρ πάντων πεπιστευκότων ἐθνῶν. τοῦτο δὲ διὰ τῶν ἑξῆς ἑρμηνεύει ὁ εὐαγγελιστής. τέκνα δὲ θεοῦ καλεῖ τοὺς ἐξ ἐθνῶν πιστεύ οντας. 170 Jo 11, 53 Ὥσπερ αὐτὸς εἶπεν διὰ τοῦ προφήτου· λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. 171Jo 11, 54 ∆ιέτριβε δὲ ἔξω τῆς χώρας οὐ δεδοικὼς τὰς ἐκείνων ἐπιβουλάς, ἀλλὰ περιμένων τὸν ἐπιτήδειον τοῦ πάθους καιρὸν καὶ ἵνα μὴ