11
ἐν Περσίδι κινηθέντος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκοσμήθησαν, ἐν οἷς καὶ Οὐσθαξάδης, παιδαγωγὸς Σαβώρου, καὶ Συμεὼν ὁ ἀρχιεπίσκοπος καὶ πρὸς ἄλλοις πολλοῖς ἑκατὸν κληρικοὶ καὶ ἐπίσκοποι ἐν ἡμέρᾳ μιᾷ ἐμαρτύρησαν καὶ πολλὰ πλήθη ἀναρίθμητα. ἐκ δὲ τῶν πολλῶν τοὺς ἐπισήμους ιηʹ χιλιάδας ἠρίθμησαν μαρτύρων βασάνοις φρικώδεσι καὶ ξέναις τῆς φύσεως τελειωθέντας ὑπὸ Σαβώρου τοῦ ἀθεωτάτου. τότε καὶ Ἀκεψιμᾶς ἐπίσκοπος καὶ Ἀειθαλᾶς πρεσβύτερος καὶ Τερβουλία, ἡ ἀδελφὴ Συμεὼν τοῦ ἀρχιεπισκόπου, σὺν ἑτέραις πλείσταις ἐμαρτύρησαν. Κωνσταντῖνος δέ, ὁ θειότατος βασιλεύς, Σαβώρῃ διὰ γραμμάτων παρῄνει φείσασθαι Χριστιανῶν αἰτῶν καὶ παύσασθαι τῆς τοσαύτης ὠμότητος· ἥ τις ἐπιστολὴ θαυμασίως συντέτακται καὶ θειότατα· ἀλλ' οὐκ ἔπεισεν. Τῷ δ' αὐτῷ ἔτει Ἑλένην τὴν μακαρίαν μετὰ χρημάτων καὶ στρατευμάτων ἀπέστειλεν εἰς τὰ Ἱεροσόλυμα ὁ θεῖος Κωνσταντῖνος πρὸς τὸ ἀναζητῆσαι τὸν ζωοποιὸν τοῦ κυρίου σταυρόν. Μακάριος δέ, ὁ πατριάρχης Ἱεροσολύμων, συναντήσας τῇ βασιλίδι μετὰ τῆς δεούσης τιμῆς τὴν ζήτησιν τοῦ ποθουμένου ζωοποιοῦ ξύλου ἐποιεῖτο σὺν αὐτῇ μεθ' ἡσυχίας καὶ προσευχῶν σπουδαίων καὶ νηστείας. 26 τούτων δὲ γενομένων, ἐφάνη συντόμως θεόθεν ὁ τόπος τῷ αὐτῷ Μακαρίῳ δειχθείς, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης ὁ ναὸς καὶ τὸ ἄγαλμα· ὃν τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη συντόμως καθεῖλεν ἡ θεόστεπτος Ἑλένη διὰ πλήθους τεχνιτῶν ἐκ βάθρων κατασκάψασα καὶ τὸν χοῦν ἀπορρίψασα, ὑπὸ Ἀδριανοῦ Αἰλίου πάλαι κτισθέντα πολυτελῶς. αὐτίκα δὲ τὸ ἅγιον μνῆμα καὶ ὁ τόπος τοῦ κρανίου ἀνεδείχθησαν, καὶ πρὸς ἀνατολὴν σύνεγγυς τούτων τρεῖς σταυροὶ κεχωσμένοι· ἐρευνήσαντες δὲ εὗρον καὶ τοὺς ἥλους. ἀμηχανούντων· δὲ πάντων, ποῖος ἄρα εἴη ὁ δεσποτικὸς σταυρός, καὶ σφόδρα τῆς μακαρίας Ἑλένης λυπουμένης, ὁ Μακάριος φερώνυμος ἐπίσκοπος διὰ πίστεως ἔλυσε τὸ ζητούμενον. ἀπεγνωσμένῃ γάρ τινι γυναικὶ τῶν ἐμφανῶν καὶ σχεδὸν τεθνηκυίᾳ προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν τὸν δεσποτικὸν διέγνω. μόνον γὰρ ἤγγισε τῇ ἀσθενούσῃ ἡ σκιὰ αὐτοῦ, καὶ εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησε δοξάζουσα τὸν θεὸν μεγάλῃ φωνῇ. ἡ δὲ πανευσεβὴς Ἑλένη μετὰ φόβου καὶ πολλῆς χαρᾶς ἀνελομένη τὸ ζωοποιὸν ξύλον μέρος μὲν αὐτοῦ σὺν τοῖς ἥλοις ἤγαγε πρὸς τὸν παῖδα, τὸ δὲ λοιπὸν εἰς ἀργυροῦν καταθεμένη γλωσσόκομον παρέδωκε τῷ ἐπισκόπῳ Μακαρίῳ εἰς μνημόσυνον ταῖς μετέπειτα γενεαῖς. τότε δὲ καὶ ἐκκλησίας ἐκέλευσε κτισθῆναι ἔν τε τῷ ἁγίῳ μνήματι καὶ ἐν τῷ κρανίῳ καὶ ἐπ' ὀνόματι τοῦ ἑαυτῆς υἱοῦ, ἔνθα εὑρέθη τὸ ζωοποιὸν ξύλον, καὶ ἐν Βηθλεὲμ καὶ ἐν τῷ ὄρει τῶν ἐλαιῶν· καὶ οὕτως ἐπανῆλθε πρὸς τὸν πανεύφημον Κωνσταντῖνον ὁ δὲ δεξάμενος αὐτὴν μετὰ χαρᾶς τὴν μὲν τοῦ ζωοποιοῦ ξύλου μοῖραν ἐν χρυσῇ θήκῃ παρέθετο, παραδοὺς τῷ ἐπισκόπῳ εἰς τήρησιν· τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἑαυτοῦ περικεφαλαίαν ἐχάλκευσεν, τοὺς δὲ ἀνέμιξε τῷ σαλιβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· "ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι." ὁ δὲ αὐτὸς πανεύφημος Κωνσταντῖνος ἔγραψε τῷ φερωνύμῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομήν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, κελεύσας οὕτω κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοιαύτην καλλονὴν ἐν ὅλῃ τῇ οἰκου27 μένῃ, γράψας καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας συνδραμεῖν τοῖς ἔργοις σπουδαίως ἐκ τοῦ δημοσίου λόγου. ἦν δὲ ὁ βασιλεὺς φαιδρῶς ἑορτάζων καὶ εὐχαριστῶν τῷ θεῷ τῷ ποιήσαντι τοιαῦτα ἀγαθὰ ἐν τοῖς χρόνοις αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ φερώνυμος Μακάριος, ὁ πατριάρχης Ἱεροσολύμων, ἐκοιμήθη ἐν εἰρήνῃ, καὶ διεδέξατο τὸν θρόνον αὐτοῦ Μάξιμος, πρᾷος ἀνὴρ καὶ ἐπίσημος, πολλὰς βασάνους ὑποστὰς διὰ τὸν θεὸν ἐν τῷ διωγμῷ καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἀπολέσας. Κατ' αὐτὸν τὸν καιρὸν καὶ ἡ μακαρία Ἑλένη ἐκοιμήθη ἐν κυρίῳ ἐτῶν πʹ πολλὰ