If, then, every good thing and every good name, depending on that power and purpose which is without beginning, is brought to perfection in the power of the Spirit through the Only-begotten God, without mark of time or distinction (since there is no delay, existent or conceived, in the motion of the Divine will from the Father, through the Son, to the Spirit): and if Godhead also is one of the good names and concepts, it would not be proper to divide the name into a plurality, since the unity existing in the action prevents plural enumeration. And as the Saviour of all men, specially of them that believe21 1 Tim. iv. 10., is spoken of by the Apostle as one, and no one from this phrase argues either that the Son does not save them who believe, or that salvation is given to those who receive it without the intervention of the Spirit; but God who is over all, is the Saviour of all, while the Son works salvation by means of the grace of the Spirit, and yet they are not on this account called in Scripture three Saviours (although salvation is confessed to proceed from the Holy Trinity): so neither are they called three Gods, according to the signification assigned to the term “Godhead,” even though the aforesaid appellation attaches to the Holy Trinity.
Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐπὶ τὸ πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων τε καὶ νοημάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀπαρίθμησιν. Καὶ ὥσπερ εἷς ὁ πατὴρ σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται καὶ οὐδεὶς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν υἱὸν λέγει μὴ σῴζειν τοὺς πιστεύοντας ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι, ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων θεὸς ἐνεργοῦντος τοῦ υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς γραφῆς ὀνομάζονται, εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρία, οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις.