12
χωρίων προκαταλαβόντας ἀποκρούεσθαι καὶ ἀναστέλλειν τὰς τῶν πολεμίων ἐφόδους. 4 καὶ εἰ μὲν ἀπώσασθαι αὐτοὺς τελεώτατα δυνη θεῖεν, χάριν εἰδέναι τῇ τύχῃ, εἰ δέ γε βιαζόμενοι τῷ πλήθει οἷοί τε οὐκ εἶεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾶν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς πορρωτάτω, ἕως αὐτὸς τὰ ἐν ποσὶν ἅπαντα ᾗ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν. 5 κατέλιπε δὲ καὶ ἐν Κύμῃ δύναμιν ἀξιόχρεων, ὅπως δὴ προσκαθεζόμενοι καὶ ἔνδον τοὺς δυσμενεῖς ἐγκατείργοντες χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορ 24 κίᾳ. καὶ οἱ μὲν χαράκωμά τε περιεβάλλοντο καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴ πού τινα ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις ἅπαντα ἐξαναλῶσθαι τὰ ἐπιτήδεια. 6 Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέν τιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰκεῖα παρέδοσαν. Κεντουκελλαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτερραῖοι δὲ οὐκ ἄλλως, οὕτω δὲ καὶ Λουναῖοι καὶ μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πως ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ ὁδῷ ἰὼν τὰ ἐν ποσὶν ἐχειροῦτο.
12. Μόνοι δὲ οἱ ἐν Λούκᾳ τῇ πόλει διαμέλλειν ἐπειρῶντο καὶ ἥκιστα ἐφιέναι. καίτοι πρότερον ἐτύγχανον οἵδε ξυνθήκας θέμενοι πρὸς Ναρσῆν ὁμήρους τε παρασχόντες καὶ ἐπομοσάμενοι, ὡς εἴ γε τριάκοντα παραδρά μοιεν ἡμέραι καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἵα τε εἶναι ἀμύνασθαι καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καὶ περι βόλων, ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω ξυνενεχθεῖεν, ἦ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. 2 ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς Φράγγους καὶ ἐπαρήξειν τούτοις τε πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾶν ἀμέλει καὶ ἀναίνεσθαι τὰ ξυγκείμενα. 3 Ναρσῆς μὲν οὖν ἐξαπατηθείς, ὥσπερ εἰκός, ἐχαλέπαινε καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ' αὐτὸν καὶ χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. 4 ὁ δὲ στρατηγός, γνώμῃ γὰρ ἅπαντα ἔπρασσε καὶ οὐ λίαν τῇ ὀργῇ ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος ᾔει, ὡς ἀποκτεῖναι τοὺς μηδὲν ὅ τι ἠδικηκότας, ἀνθ' ὧν ἕτεροι ἐπλημμέλουν, δόλον δὲ ὅμως τοιόνδε τινὰ ἐμηχανᾶτο. 5 παρῆγε γὰρ ἐς μέσον αὐτοὺς ἐναλλάγδην μὲν τὼ χεῖρε 25 ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέ τε τοῖς ὁμοφύλοις οὕτω πως οἰκτρότατα διακειμένους καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βραχέα ἐκ τοῦ μεταφρέ νου ἐπὶ τοὺς τένοντας ὑπεβέβληντο, ῥάκεσί πως κεκαλυμμένα, ὡς μὴ διορῷεν καὶ πόρρωθεν οἱ πολέμιοι. 6 ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτί κα ἐκέλευε δῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι. καὶ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς ξύλοις ἐγχρίπτουσα οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγ μένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. 7 ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει καὶ τῷ διεστάναι ὡς πλεῖσ τον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ' ἢ τὰ φαινόμενα, ὠλοφύροντό τε ἀθρόον καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα. ἦσαν γὰρ οἱ ἄνδρες οἱ ὁμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν, ἀλλ' ἐπίσημοι ἐν τοῖς μάλιστα καὶ εὐπατρίδαι. 8 ὡς δὴ οὖν τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαί τε ἠκούοντο θαμιναὶ καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον, γύναια