καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπία ἐδείκνυτο. Καὶ πά λιν ὁ ἐν ἐσχάταις ἀναπνοαῖς γεγονὼς, αὖθις ὑγιὴς καὶ ῥωμαλέος ὑπῆρχε, τοῦ χαλεπωτάτου ἕλκους ἐκείνου τῇ εὐχῇ τῶν Χριστιανῶν παραδόξως ὑγια σθέντος. Ἀλλὰ μή πω τοῦ τραύματος καλῶς συνουλώ σαντος, εἰς μειζοτέραν μανίαν κινηθεὶς ὑπὸ τοῦ ἐνεργοῦντος τοῦ ἐν αὐτῷ διαβόλου, ὁ τύραννος προσ τάγματα ἄθεα καὶ νόμους πεπληρωμένους ὠμότη τος ἔγραψεν, ἐν οἷς ἐκέλευσε μήτε ζῇν μήτε πολι τεύεσθαι Χριστιανοὺς, μήτε οἰκεῖν ἐν πάσῃ τῇ οἰκου μένῃ, μήτε ἐν ταῖς ἐρήμοις ἄλλως γὰρ, φησὶν, οὐδὲ ζῇν καὶ εὐημερεῖν οὐ δυνάμεθα, εἰ μὴ ἐξαλει φθῇ τὸ γένος τῶν Χριστιανῶν. Καὶ ἦν λοιπὸν παρὰ ἀνθρώποις ἀπηλπισμένα τὰ Χριστιανῶν. Ὁ δὲ Θεὸς οὐκ ἐπελάθετο τοῦ οἰκείου πλάσματος· ἦν γὰρ ἰδεῖν ἀγεληδὸν συρομένους τοὺς Χριστιανοὺς πανδημεὶ σὺν γυναιξί τε καὶ τέκνοις ἐπὶ τὸν θάνατον. Ἀλλ' ἡ θεία δίκη τὰς βουλὰς τῶν ἀνόμων διεσκέδασε· παν ταχοῦ γὰρ πόλεμοι καὶ ἐπαναστάσεις βαρβάρων εὐ θέως, λιμοί τε σφοδροὶ καὶ αὐχμοὶ λοιμοί τε, ἄωροι θάνατοι ἄφνω ἐπέσκηψαν, ὡς μὴ ἀρκεῖν τοὺς ζῶντας θάπτειν τοὺς νεκροὺς, κεραυνοί τε καὶ φόβητρα ἐπέμ ποντο, ὥστε ἕκαστον ἑαυτοῦ μόνον μεριμνᾷν, καὶ 4053 οὕτως ἄπρακτα ἔμειναν τὰ τοῦ τυράννου προστάγ ματα. Ὁ δὲ τὰ πάντα χρηστὸς Κωνσταντῖνος διεσώθη πρὸς τὸν οἰκεῖον πατέρα. Ὁ δὲ δεξάμενος αὐτὸν ὑγιῆ, καὶ πολλὰ τῷ Θεῷ εὐχαριστήσας, μετ' οὐ πολὺ δὲ πα ραδοὺς αὐτῷ τὴν βασιλείαν, μετήλλαξε τὸν βίον. Ἀν ηγορεύθη δὲ βασιλεὺς ὁ μέγας Κωνσταντῖνος ἐν τῷ πρώ τῳ ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, μηνὶ Ἰουλίῳ, εἰκοστῇ καὶ πέμπτῃ. Ὁδὲ Μαξέντιος πονηρότατος πάντων τῶν πρὸ αὐτοῦ γεγονὼς τοὺς τῇ Ῥώμῃ ἐνοικοῦντας ἀπέτριβε καὶ μάλιστα τοὺς Χριστιανούς. Πολλοὺς οὗν τῶν πρώτων φονεύσας, καὶ πολλοὺς ἐξορίσας, τὰς οὐσίας αὐτῶν διήρπαζεν. Τῇ δὲ αὐτῇ τοῦ Γαλερίου χρώμενος ἀκολασίᾳ πολλὰς τῶν ἐλευθέρων γυναικῶν ἐμίανεν, ἑτέρας δὲ μυρίας ἀνοσιουργίας καὶ ἀῤῥητοποιΐας ἐπιτηδεύων, ἀφόρητος πᾶσιν ὑπῆρχε, γοητικαῖς κα κομαγγανείαις χρώμενος. Τοῦ δὲ μεγάλου Κωνσταντίνου τὰ βόρεια καὶ δυτικὰ μέρη ἕως αὐτοῦ τοῦ Ὠκεανοῦ ὑποτάξαντος, ἦν εἰρήνη πολλὴ καὶ θυμηδεία καὶ κατάστασις ἐν ὅλῃ τῇ κατ' αὐτὸν οἰκουμένῃ. Οἱ δὲ Ῥώμης οἰκήτορες δέησιν πρὸς αὐτὸν ἐστείλαντο παρακαλοῦντες, μὴ παριδεῖν τὴν μητέρα τῶν βασιλέων ἀπὸ ἀπηνοῦς τυράννου, μᾶλλον δὲ σαρκοβόρου θηρίου ἀπολλυμένην. Ταῦτα ἀκούσας ὁ μέγας Κων σταντῖνος καὶ συμπαθήσας αὐτοῖς, ἐφρόντιζε τοῦ ἐλευθερῶσαι αὐτοὺς ἐκ τῆς δουλείας, ἐδεδίει δὲ τοῦτο διὰ τὰς γοητείας καὶ αὐτοῦ κακομαγγανείας. Ἤδη γὰρ ὡς πολλὰ ἀνέτεμε παιδία προφάσει τῆς ἀθεμίτου αὐτοῦ μαντείας. Ἐν πολλῇ οὖν φροντίδι καὶ σκέψει ὑπάρχοντι ὤφθη αὐτῷ ἐν κάμπῳ διάγοντι μετὰ τῶν στρατιωτῶν περὶ μεσημβρίας στηλοειδὴς σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, ἐν ᾧ ἐπ εγέγραπτο, «Ἐν τούτῳ νίκα.» Ἔμφοβος δὲ γενόμενος ὁ βασιλεὺς, ἠρώτα τοὺς σὺν αὐτῷ, εἰ καὶ αὐτοί τι ἐθεάσαντο. Οἱ δὲ ὁμολογήσαντες τὴν αὐτὴν αὐτῷ ἑωρακέναι ὀπτασίαν, τότε ὁ βασιλεὺς ἀναῤῥωσθεὶς τῷ φρονήματι, θάρσους τε καὶ προθυμίας ἀνάπλεως ἦν. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ· Χρῆσαι τῷ φανέντι σημείῳ, καὶ ἔσῃ νικῶν πάντας τοὺς ἐχθρούς σου. Ἡμέρας δὲ γενομένης ἀμελητὶ σχεδιάσας σταυρὸν, ὅσπερ μέχρι τῆς σήμε ρον ἐν τοῖς βασιλείοις φυλάττεται, ἐκέλευσε προ άγεσθαι αὐτὸν εἰς τὸν πόλεμον. Ὁ δὲ δυσσεβὴς τύραννος, θαρσήσας τοῖς δαίμοσιν αὐτοῦ, καὶ γε φυρώσας τὸν παραρέοντα ποταμὸν πολλαῖς ναυσὶν, ἐξῆλθεν εἰς πόλεμον. 4056 Συμβολῆς δὲ γενομένης, συνετρίβησαν ὑπὸ τῆς τοῦ σταυροῦ δυνάμεως οἱ ὑπεναντίοι, καὶ κατακο πέντες οἱ πλεῖστοι, οἱ λοιποὶ σὺν τῷ τυράννῳ, ὡς ἐπὶ τὴν πόλιν ἔφυγον, τῆς δὲ γεφύρας κρείττονι δυνάμει διαῤῥαγείσης, κατεποντίσθησαν ἐν τῷ ποταμῷ κατὰ τὸν Φαραὼ πανστρατί. Καὶ ἦν ἰδεῖν ὅλον τὸν
12