1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

25.1 Ὅτι γὰρ πρὸς τὴν μανίαν Ἀρείου λέγοντος ἄλλον εἶναι τὸν ἐν τῷ θεῷ λόγον καὶ ἄλλον, περὶ οὗ φησιν ὁ Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ ἄλλην μὲν ἰδίαν σοφίαν εἶναι ἐν τῷ θεῷ, ἄλλην δὲ περὶ ἧς φησιν ὁ ἀπόστολος «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», πάλιν ὁ ∆ιονύσιος ἀνθίσταται καὶ διαβάλλει τὴν τοιαύτην κακοδοξίαν, ὅρα πάλιν πῶς ἐν τῷ δευτέρῳ γράφει περὶ τούτων οὕτως· ««ἐν ἀρχῇ ἦν ὁ λόγος»· ἀλλ' οὐκ «ἦν λόγος ὁ τὸν λόγον προέμενος· «ἦν γὰρ ὁ λόγος πρὸς τὸν θεόν». «σοφία γεγέννηται» «ὁ κύριος· οὐκ ἦν οὖν σοφία ὁ τὴν σοφίαν ἀνείς· «ἐγὼ γὰρ ἤμην, φησίν, ᾗ προσέχαι 25.2 «ρεν». ἀλήθειά ἐστιν ὁ Χριστός· «εὐλογητὸς δέ», φησίν, «ὁ θεὸς τῆς ἀληθείας».» ἐν ταῦθα καὶ Σαβέλλιον καὶ Ἄρειον ἀνατρέπει καὶ ἀμφοτέρας τὰς αἱρέσεις ἴσας ἐν ἀσεβείᾳ δείκνυσιν. οὔτε γὰρ λόγος ἐστὶν ὁ τοῦ λόγου πατὴρ οὔτε ποίημά ἐστι τὸ ἐκ τοῦ πατρός, ἀλλὰ ἴδιον τῆς οὐσίας αὐτοῦ γέννημα, πάλιν τε οὐκ ἔστι πατὴρ ὁ προελθὼν λόγος οὐδὲ πάλιν ἐκ πολλῶν εἷς ἐστιν οὗτος λόγος, ἀλλὰ μόνος ἐστὶ τοῦ πατρὸς υἱός, ἀληθινὸς καὶ 25.3 φύσει γνήσιος, ὁ καὶ νῦν ὢν ἐν αὐτῷ καὶ ἀιδίως καὶ ἀδιαιρέτως ὢν ἐξ αὐτοῦ. οὕτω καὶ σοφία καὶ ἀλήθειά ἐστιν ὁ κύριος καὶ οὐκ ἔστιν ἄλλης σοφίας δεύτερος, ἀλλὰ μόνος οὗτός ἐστι, δι' οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ. καὶ ἐν αὐτῷ συνεστήσατο τῶν γενητῶν τὰς ποικίλας οὐσίας, δι' αὐτοῦ τε γνωρίζεται, οἷς ἂν ἐθέλῃ, καὶ ἐν αὐτῷ τὴν τῶν πάντων πρόνοιαν ποιεῖται καὶ ἐργάζεται. μόνον γὰρ τοῦτον οἶδε τοῦ θεοῦ λόγον καὶ ∆ιονύσιος. 25.4 αὕτη τοῦ ∆ιονυσίου ἡ πίστις· ὀλίγα γὰρ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ συναγαγὼν ἔγραψα δυνάμενα παρασχεῖν σοὶ μὲν ἀφορμὴν εἰς τὸ πλείονα προστιθέναι, τοῖς δὲ Ἀρειανοῖς μεγίστην αἰσχύνην διὰ τὴν κατὰ τοῦ ἐπισκόπου συκοφαντίαν. ἐν πᾶσι γὰρ καὶ καθ' ἕκαστον, δι' ὧν ἔγραψεν, ἤλεγξεν αὐτῶν τὴν κακοφροσύνην καὶ τὴν αἵρεσιν αὐτῶν ἐστηλίτευσεν.

26.1 Οὐκοῦν ἀπὸ τούτων δείκνυται καὶ ἡ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολὴ οὐ φαύλῃ διανοίᾳ, ἀλλὰ κατ' οἰκονομίαν γραφεῖσα παρ' αὐτοῦ· τοῦτο γὰρ καὶ ἡ ἀπολογία αὐτοῦ δείκνυσι. καὶ ἔστιν ἀληθῶς τύπος οὗτος πιθανὸς πρὸς ἀνατροπὴν τῆς Σαβελλίου μανίας, ὥστε τὸν βουλόμενον ταχέως διελέγχειν τοὺς τοιούτους μὴ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι τὴν ἀρχήν (ὅτι λόγος καὶ σοφία καὶ δύναμίς ἐστιν ὁ υἱός, καὶ ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἵνα μὴ τὰ καλῶς εἰρημένα παρεξηγούμενοι ἐκεῖνοι πρόφασιν τῆς ἀναισχύντου φιλονεικίας ἑαυτῶν τὰ τοιαῦτα πορίσωνται ἀκούοντες, ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ· «ὁ ἐμὲ ἑωρακώς, ἑώρακε τὸν πατέρα»), ἀλλὰ τὰ ἀνθρωπίνως εἰρημένα περὶ τοῦ σωτῆρος προβάλλειν, ὥσπερ αὐτὸς πεποίηκεν, οἷά 26.2 ἐστι τὸ πεινῆν, τὸ κοπιᾶν καὶ ὅτι ἄμπελος καὶ ηὔχετο καὶ πέπονθεν. ὅσῳ γὰρ ταῦτα ταπεινὰ λέγεται, τοσούτῳ δείκνυται μὴ ὁ πατὴρ γενόμενος ἄνθρωπος. ἀνάγκη γὰρ καὶ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδοῦντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος 26.3 ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι' ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. διὰ τοῦτο γοῦν ἐπειδὴ τῆς σαρκὸς γενητῆς οὔσης γέγονεν, ὡς ὁ Ἰωάννης φησίν, ὁ λόγος σάρξ, καίτοι κατὰ φύσιν ἴδιος καὶ ἀδιαίρετος ὢν τοῦ πατρός, ὅμως δι' αὐτὴν λέγεται καὶ ὁ πατὴρ μακρὰν ἀπ' αὐτοῦ. τὰ γὰρ τῆς σαρκὸς ἴδια αὐτὸς ἀνέχεται περὶ αὐτοῦ λέγεσθαι, ἵνα δειχθῇ ὅτι οὐκ ἄλλου ἀλλ' αὐτοῦ 26.4 ἦν ἴδιον τὸ σῶμα. τοιαύτης δὲ τῆς διανοίας οὔσης ταχύτερον ἐλεγχθήσεται Σαβέλλιος, ὅτι μή ἐστιν ὁ πατὴρ ὁ γενόμενος σάρξ, ἀλλ' ὁ τούτου λόγος ὁ καὶ ταύτην λυτρούμενος καὶ προσάγων τῷ πατρί. οὕτω δὲ διελέγξας καὶ πείσας λοιπὸν καὶ περὶ τῆς τοῦ λόγου θεότητος