τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε ἐν τῇ γῇ, ἣν ἡτοίμασέ σοι· πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ· μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐν αὐτῷ.» Ὅθεν ὁ Υἱὸς ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ εἰς τὸ ὄνομα ἑαυτοῦ, ἐκεῖνον δέξησθε.» Καὶ εἰς τὸν ἑκατοστὸν ἑπτακαιδέκατον ψαλμὸν λέγει· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οἱ οὖν ἅγιοι προφῆται οὐ μόνον Ἥλιον δικαιοσύνης ἐκάλουν τὸν Σωτῆρα, καὶ ὀρθρινὸν φῶς ἀληθινὸν, ἀλλὰ καὶ λαμπάδα, καὶ βραχίονα· ὡς μαρτυρεῖ ὁ Θεὸς, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου παραγενέσθαι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Μηδεὶς ἀνθρώπινος λογισμὸς ἑρμηνευέτω τὰ τοῦ Θεοῦ. Οὐκ ἔστιν ἀλήθειαν ἐκμα θεῖν τινα ἢ παρ' αὐτῆς αὐτὴν ἐκμανθάνοντας. Ὅτε ὁ Μονογενὴς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη ἐξ ἀπειρογάμου κόρης, εἰς τὸν κόσμον ξένην ὠδῖνα καὶ ξένον τοκετὸν εἰσαγαγὼν εἰς τὸν βίον· ἔτι βρέφος ὄντα τοῦτον βαστάζει ἡ μήτηρ καὶ προσάγει Συμεὼν τῷ ἱερεῖ. Οὗτος λαβὼν εἰς τὰς ἀγκάλας τὸν Σωτῆρα, πρὸς αὐτὸν φθέγγεται καί φησι· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,» τουτ έστι, τὴν παρουσίαν τοῦ Χριστοῦ. Εἰκότως οὖν ὁ προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι.» Βραχίονα γὰρ τοῦ Πατρὸς πάλιν καλεῖ τὸν Μονογενῆ. Βραχίονα δὲ οὐχ ὡς μέρος θεότητος καλεῖ· ἀλλ' ὡς τῇ οὐσίᾳ συνημ μένον. Ὥσπερ γὰρ ὁ βραχίων τῆς αὐτῆς ἐστιν οὐσίας ἐκείνου, οὗ ἐστι βραχίων, διὰ τοῦτο βραχίων τοῦ Πα τρὸς ὀνομάζεται, ἐπειδὴ συνεργός ἐστι τῆς τοῦ Πατρὸς δημιουργίας. Καὶ ταύτης τῆς ἀποδείξεως μάρτυς ὁ 28.65 μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς, ὁ ἐπὶ τοῦ στήθους τοῦ Σωτῆρος ἀναπεσὼν, καὶ ὡς ἐξ ἀεννάου πηγῆς ἀντλήσας τὴν θεολογίαν. Τί γάρ φησιν οὗτος, τὸν βραχίονα ἐκλαμβάνων εἰς τὴν τοῦ Σωτῆρος οἰκονο μίαν, καὶ τὴν αὐτοῦ θεότητα; «Πολλὰ,» φησὶ, «σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· ἵνα πληρωθῇ τὸ εἰρημένον διὰ Ἡσαΐου· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ὅτι οἱ Ἰουδαῖοι υἱοὶ σκότους ἐκλήθησαν. Λέγει ὁ προφήτης τοῖς υἱοῖς Ἰσραήλ· «Τάδε λέγει Κύριος· Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.» Καὶ ἑρμηνεύων, τίς ἡ νὺξ, ἐπήγαγεν· «Ὡμοιώθη ὁ λαός μου, ὡς μὴ ἔχων ἐπίγνωσιν.» Οὐκοῦν ὅπου γνῶσις, τὸ φῶς· ὅπου ἀγνωσία, τὸ σκότος· κατὰ τὸν λέγοντα ∆αβίδ· «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει δια πορεύονται.» Ὁ τοίνυν Ἀπόστολος οὐχ ὡς κατ' ἐχθρῶν θρασύνεται, ἀλλὰ τῇ ἀληθείᾳ συνίσταται· διὰ τοῦτο ἔλεγεν· «Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους· ἀλλὰ υἱοὶ φωτὸς καὶ ἡμέρας.» Ὅτι τὸ φῶς τῶν Ἰουδαίων ἀφῃρέθῃ ἀπ' αὐτῶν. Λέγει ὁ προφήτης Ἱερεμίας· «Ὁ λόγος, ὁ γενόμενος πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Καὶ ἀφελῶ ἀπ' αὐτῶν ὀσμὴν μύρου, καὶ φῶς λύχνου.» Ὅτι εἰώθασιν οἱ αἱρετικοὶ λέγειν, ὅτι τὰ λε γόμενα διὰ τῶν προφητῶν ὡς ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος εἴρηται· ὅθεν νομίζουσι τὸ Πνεῦμα τὸ ἅγιον ποιεῖν ἧττον τοῦ Θεοῦ, κακῶς· διὰ τὸ λέγειν τὸν ψαλμόν· «∆εῦτε, προσκυνήσωμεν αὐτῷ,» ὡς ἂν προσκυνοῦντος τοῦ Πνεύματος σὺν τοῖς ἀνθρώποις. Ἀποκρινόμεθα αὐτοῖς τὰ ἀκόλουθα. Τί οὖν λέ γει, ὅτι καὶ «Κλαύσωμεν ἐναντίον Κυρίου;» Οὐκοῦν καὶ κλαίει τὸ Πνεῦμα, ὡς σὺ φάσκεις; Καὶ ἀλλαχοῦ, ἵνα δειχθῇ ἡ κυριότης τοῦ Πνεύματος, λέγει· «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός.» Καὶ ἐν ἄλλῳ λέγει·
12