ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι, καὶ θορυβοῦσι, καὶ ὑποκρίνονται, καὶ ταράττουσι πρὸς ἀπάτην τῶν ἀκεραίων. Καὶ κτύπους γοῦν ποιοῦσι, καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν· ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ θρηνοῦσιν ὡς ἡττηθέντες. Ὁ μὲν οὖν Κύριος ὡς Θεὸς ἐφίμου τοὺς δαίμονας· ἡμᾶς δὲ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει κατ' ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι τὴν ἀνδρίαν αὐ τῶν. Καὶ γὰρ κἀκεῖνοι ταῦτα βλέποντες ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγα θῶν· καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων. Οὐκοῦν καὶ ἡμεῖς μήτε ἀκούωμεν αὐτῶν ὡς ἀλλο τρίων ὄντων ἡμῶν, μήτε ὑπακούωμεν αὐτῶν, κἂν εἰς εὐχὴν ἐγείρωσι, κἂν λαλῶσι περὶ νηστειῶν· τῇ δὲ προθέσει τῆς ἀσκήσεως ἑαυτῶν μᾶλλον προσέχωμεν, καὶ μὴ παρ' ἐκείνων ἀπατώμεθα πάντα πραττόντων μετὰ δόλου. Οὐ δεῖ δὲ φοβεῖσθαι αὐτοὺς, κἂν ἐπέρ χεσθαι δοκῶσι, κἂν θάνατον ἀπειλῶσιν· ἀσθενεῖς γάρ εἰσι, καὶ οὐδὲν δύνανται, ἢ μόνον ἀπειλεῖν. Ἤδη μὲν οὖν περὶ τούτου παρερχόμενος εἴρη κα· καὶ νῦν δὲ πλατύτερον εἰπεῖν τὰ περὶ αὐτῶν οὐκ ὀκνητέον· ἀσφαλὴς γὰρ ὑμῖν ἡ ὑπόμνησις ἔσται, Ἐπιδημήσαντος τοῦ Κυρίου, πέπτωκεν ὁ ἐχθρὸς, καὶ ἠσθένησαν αἱ δυνάμεις αὐτοῦ. ∆ιὰ τοῦτο γοῦν μηδὲν δυνάμενος ὅμως ὡς τύραννος, καὶ πεσὼν οὐκ ἠρε μεῖ, ἀλλὰ κἂν λόγοις μόνον ἀπειλεῖ· καὶ τοῦτο ἕκα 26.885 στος ὑμῶν λογιζέσθω, καὶ δύναται καταφρονεῖν τῶν δαιμόνων. Εἰ μὲν οὖν τοιούτοις σώμασιν ἦσαν ἐνδε θέντες, ὥσπερ ἐσμὲν ἡμεῖς, δυνατὸν ἦν αὐτοῖς λέγειν, ὅτι Κρυπτομένους μὲν τοὺς ἀνθρώπους οὐχ εὑρίσκο μεν, εὑρόντες δὲ βλάπτομεν. Ἠδυνάμεθα δὲ καὶ ἡμεῖς κρυπτόμενοι λανθάνειν αὐτοὺς, κλείοντες κατ' αὐτῶν θύρας. Εἰ δὲ οὐκ εἰσὶν οὕτως, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν δύνανται, καὶ ἐν τῷ παντὶ ἀέρι τυγ χάνουσιν αὐτοί τε καὶ ὁ τούτων πρῶτος διάβολος· εἰσὶ δὲ κακοθελεῖς καὶ πρὸς τὸ βλάπτειν ἕτοιμοι, καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν ὁ τῆς κακίας πατὴρ διάβολος· ζῶμεν δὲ νῦν ἡμεῖς καὶ μᾶλ λον κατ' αὐτοῦ πολιτευόμεθα· δῆλοί εἰσι μηδὲν ἰσχύοντες. Οὔτε γὰρ τόπος αὐτοὺς εἰς τὸ ἐπιβουλεύειν κωλύει, οὔτε φίλους ἡμᾶς ὁρῶσιν ἑαυτῶν, ἵνα φεί σωνται, οὔτε φιλάγαθοί εἰσιν, ἵνα διορθώσωνται· ἀλλὰ καὶ μᾶλλόν εἰσι πονηροί· καὶ οὐδὲν αὐτοῖς ἐστι περι σπούδαστον ὡς τὸ βλάπτειν τοὺς φιλαρέτους καὶ θεο σεβοῦντας. ∆ιὰ δὲ τὸ μηδὲν δύνασθαι ποιεῖν, διὰ τοῦ το οὐδὲν ποιοῦσιν, ἢ μόνον ἀπειλοῦσιν· εἰ γὰρ ἠδύ ναντο, οὐκ ἂν ἔμελλον, ἀλλ' εὐθὺς ἐνήργουν τὸ κακὸν, ἑτοίμην ἔχοντες εἰς τοῦτο τὴν προαίρεσιν, καὶ μάλι στα καθ' ἡμῶν. Ἰδοὺ γοῦν νῦν συνελθόντες κατ' αὐ τῶν λαλοῦμεν, καὶ ἴσασιν, ὅτι, προκοπτόντων ἡμῶν, ἀσθενοῦσιν αὐτοί. Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν Χριστιανῶν ἀφῆκαν ζῇν· βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. Ἐπειδὴ δὲ οὐδὲν δύναν ται, διὰ τοῦτο μᾶλλον ἑαυτοὺς τιτρώσκουσιν· ὅτι μηδὲν δύνανται ποιεῖν ὧν ἀπειλοῦσιν. Ἔπειτα κἀκεῖνο λογίζεσθαι χρὴ, πρὸς τὸ μὴ φοβεῖσθαι τού τους· εἰ τὸ δυνατὸν ὑπῆρχεν αὐτοῖς, οὐκ ἂν ἤρχοντο μετ' ὄχλου, οὐδὲ φαντασίας ἐποίουν, οὐδὲ μετασχη ματιζόμενοι ἐμεθόδευον· ἀλλ' ἤρκει καὶ μόνον ἐλθεῖν ἕνα, καὶ ποιῆσαι τοῦτο ὅπερ δύναται καὶ βούλεται· καὶ μάλιστα ὅτι πᾶς ὁ τὴν ἐξουσίαν ἔχων οὐ μετὰ φαντασίας ἀναιρεῖ, οὐδὲ τοῖς ὄχλοις ἐκφοβεῖ, ἀλλ' εὐ θὺς ὡς βούλεται τῇ ἐξουσίᾳ καταχρᾶται. Ἀλλ' 26.888 οἱ δαίμονες, μηδὲν δυνάμενοι, παίζουσιν ὡς ἐπὶ σκη νῆς, ἀλλάττοντες τὰς μορφὰς, καὶ τοὺς παῖδας ἐκφο βοῦντες, τῇ τῶν ὄχλων φαντασίᾳ καὶ τοῖς σχηματι
12