καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ τηνικαῦτα ἔτι ἐπικρατούντων τῶν μαχητῶν, προ βάλλονται τὴν ἰσχυροτέραν πάντων μάχαιραν· οὕτως καὶ ὁ διάβολος, μετὰ τὸ πρῶτα αὐτοῦ ἀποδαπανῆσαι ἄγκιστρα, τότε τῷ τελευταίῳ χρᾶται ξίφει, τῇ ὑπερ ηφανίᾳ. Τίνες δὲ ἦσαν αὐτοῦ αἱ πρῶται παγίδες; ∆ῆλον, ὡς γαστριμαργία, φιληδονία, πορνεία. Ταῦτα γὰρ μάλιστα τὰ πνεύματα ἐπὶ τῶν νεωτερικῶν ἡλι κιῶν συμβαίνουσιν. Ἐπακολουθεῖ δὲ τούτοις φιλ αργυρία, πλεονεξία, καὶ τὰ τούτοις ὅμοια. Ἡ οὖν ἀθλία ψυχὴ, ὅταν τούτων τῶν παθῶν περιγένηται, ὁπηνίκα 28.1517 γαστρὸς κρατήσῃ, ὅτε καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὑπερπηδήσῃ τῇ σεμνότητι, ὅτε ἀργυρίου καταφρο νήσῃ· τότε πανταχόθεν ὁ κακόφρων, ἀπορηθεὶς, ὑπο βάλλει τῇ ψυχῇ ἄτακτον κίνησιν· μεγεθύνει γὰρ αὐ τὴν ἀπρεπῶς κατὰ τῶν ἀδελφῶν ἐπαίρεσθαι. Βαρὺ καὶ ὀλέθριον τοῦτο τοῦ ἐχθροῦ τὸ δηλητήριον. Πολλοὺς ἀθρόως ἐν τούτῳ σκοτίσας κατέβαλεν. Ὑποβάλλει γὰρ τῇ ψυχῇ ἔννοιαν νόθον καὶ θανατηφόρον. Κατει ληφέναι γὰρ αὐτὸν φαντάζει τὰ παρὰ τοῖς πολλοῖς ἀγνοούμενα, καὶ ὅτι ἐν νηστείαις ὑπερβάλλει· καὶ πλῆ θος αὐτῷ ἀνδραγαθημάτων προστίθησι· πάντων δὲ ὧν ἥμαρτεν εἰς λήθην αὐτὸν φέρει, πρὸς τὸ κατὰ τῶν συνόντων ἐπαίρεσθαι. Ὑποκλέπτει γὰρ αὐτοῦ ἐκ τοῦ νοῦ τὰ πλημμελήματα· οὐ πρὸς ὠφέλειαν δὲ αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὸ μὴ δυνηθῆναι αὐτὸν εἰπεῖν τὴν ἰατρικὴν ἐκείνην φωνὴν, τὸ, Σοὶ μόνῳ ἥμαρτον, ἐλέησόν με. Οὔτε μὴν συγχωρήσει αὐτῷ λέγειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἀλλ' ὥσπερ αὐτὸς κατὰ διάνοιαν εἶπε τό· Ἀναβήσομαι, καὶ θήσομαι τὸν θρόνον μου· οὕτως καὶ τοῦτον φαντάζει εἰς ἀρχάς τε καὶ πρωτοκαθεδρίας, ἔτι δὲ διδασκαλίας, καὶ ἰαμάτων ἐκδόσεις. Ἡ οὖν οὕτως ἀπατωμένη ψυχὴ φθείρεται καὶ ἀπόλλυται, δυσιάτῳ ἕλκει πληγεῖσα. Τί οὖν δεῖ ποιεῖν, τῶν τοιούτων λογισμῶν παρ όντων; Ἀδιαλείπτως μελετᾷν τὸ θεῖον ἐκεῖνο λόγιον, ὅπερ ὁ μακάριος ∆αβὶδ ἐβόα, λέγων τό· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν ἑτέρῳ φησίν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἔτι γε μὴν καὶ τὸ τοῦ Ἡσαΐου ἀκουέτω ῥῆμα τὸ λέγον, ὡς Πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης. Καὶ εἰ μὲν ἀνα χωρούσῃ καθ' ἑαυτὴν οἱ λογισμοὶ οὗτοι παρεισέλθωσιν, ἐν κοινοβίῳ εἰσερχέσθω· ἀναγκαζέσθω δὲ καὶ δεύτερον ἐσθίειν τῆς ἡμέρας, εἴ γε δι' ὑπερβολὴν ἀσκήσεως τούτῳ ἑάλω τῷ πάθει· καὶ παρὰ τῶν συνηλίκων δὲ ἐπιτιμάσθω, καὶ ὀνειδιζέσθω, καὶ ἐπιτιμάσθω σφο δρῶς, ὡς μηδὲν μέγα πράττουσα· πᾶσαν δὲ ὑπηρεσίαν ποιείσθω. Προσαγέσθωσαν δὲ καὶ βίοι ἁγίων ἐξοχώτα τοι εἰς ἐξήγησιν· πειράσθωσαν δὲ αἱ συνελθοῦσαι ἐπι τείνειν ἑαυτῶν τοὺς πόνους πρὸς ἄσκησιν τὰς ὀλίγας ἡμέρας, πρὸς τὸ ἐκείνην, θεασαμένην τὸ μέγεθος τῶν ἀρετῶν, ἐλάττονα καὶ ἑαυτὴν ἡγεῖσθαι. Προηγεῖται δὲ τῆς νόσου ταύτης ἕτερον κακὸν, ἡ παρακοή· ὅθεν διὰ τοῦ ἐναντίου τῆς ὑπακοῆς, δυνα τὸν τὴν σηπεδονώδη νομὴν τῆς ψυχῆς περικαθᾶραι· Ὑπακοὴ γὰρ, φησὶν, ὑπὲρ θυσίαν. ∆εῖ οὖν καθαιρεῖν ὄγκον δόξης ἐν καιρῷ, καὶ ἐπαινεῖν δὲ πάλιν καὶ θαυμάζειν ἐν καιρῷ. Εἰ γὰρ ἀμελὴς καὶ νωθρὰ εὑρεθῇ ἡ ψυχὴ, ἔτι γε μὴν καὶ ὑποναρκοῦσα εἰς τὴν τοῦ καλοῦ προκοπὴν, ἐπαινεῖν ταύτην προσήκει· καὶ εἰ μικρὸν ποιήσει τι χρηστὸν, θαυμάζειν καὶ μεγεθοποιεῖν δέον αὐτήν. Καὶ τὰ σφοδρὰ καὶ ἀπάνθρωπα πλημμελήματα ὡς ἐλάχιστα καὶ οὐδαμινὰ λεκτέον· ὁ γὰρ διάβολος, βουλόμενος πάντα διαστρέφειν, ἐπὶ μὲν τῶν σπουδαίων καὶ ἀσκητικῶν κρύπτειν πειρᾶται τὰ προγεγονότα ἁμαρ 28.1520 τήματα· τὴν γὰρ ὑπερηφανίαν αὐξῆσαι βούλεται· ἐπὶ δὲ τῶν νεηλύδων καὶ ἀκροπαγῶν ψυχῶν, πάντα τὰ ἁμαρτήματα αὐτῶν πρὸ ὀφθαλμῶν
12