τουτέστι τὰ τοῦ Χριστοῦ, ὃν μόνον ἄνδρα ἡ γραφή, καθὼς προειρήκαμεν, καλεῖ, κατήργηκα τὰ τοῦ νηπίου. Ἡ δὲ ἐν Χριστῷ νηπιότης τελείωσίς ἐστιν, ὡς πρὸς τὸν νόμον. 1.6.34.3 Ἐνταῦθα γενομένοις τῇ νηπιότητι ἡμῶν συνηγορητέον. Ἔτι καὶ τὸ πρὸς τοῦ ἀποστόλου εἰρημένον ἐπεξηγητέον γάλα ὑμᾶς ἐπότισα, ὡς νηπίους ἐν Χριστῷ, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Οὔ μοι γὰρ δοκεῖ ἰουδαϊκῶς ἐκδέχεσθαι δεῖν τὸ λεγόμενον. Ἀντιπαραθήσω γὰρ κἀκείνην τὴν γραφὴν εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τὴν ἀγαθήν, 1.6.35.1 τὴν ῥέουσαν γάλα καὶ μέλι. Ἀνακύπτει τοίνυν ἀπορία μεγίστη κατὰ τὴν τῶν γραφῶν τῶνδε συμβολήν, τί νοοῦσιν. Εἰ γὰρ ἀρχὴ τῆς εἰς Χριστὸν πίστεως ἡ διὰ τοῦ γάλακτος νηπιότης ἐστίν, ἐξευτελίζεται δὲ αὕτη ὡς παιδαριώδης καὶ ἀτελής, πῶς ἡ τοῦ τελείου καὶ γνωστικοῦ μετὰ τὴν βρῶσιν ἀνάπαυσις 1.6.35.2 αὖθις νηπίῳ τετίμηται γάλακτι; Μή τι οὖν τὸ ὡς, παραβολῆς ὂν δηλωτικόν, τοιοῦτόν τι ἐμφαίνει, καὶ δὴ ἀναγνωστέον ὧδέ πως τὸ ῥητόν· γάλα ὑμᾶς ἐπότισα ἐν Χριστῷ καὶ διαστήσαντες ὀλίγον ἐπαγάγωμεν ὡς νηπίους, ἵνα κατὰ τὴν διαστολὴν τῆς ἀναγνώσεως τοιαύτην ἀποδεξώμεθα διάνοιαν· 1.6.35.3 κατήχησα ὑμᾶς ἐν Χριστῷ ἁπλῇ καὶ ἀληθεῖ καὶ αὐτοφυεῖ τροφῇ τῇ πνευματικῇ· τοιαύτη γὰρ ἡ τοῦ γάλακτος ζωοτρόφος οὐσία, φιλοστόργοις πηγάζουσα μαστοῖς· ὡς νοεῖσθαι τὸ πᾶν τῇδε· ὥσπερ τῷ γάλακτι αἱ τίτθαι τοὺς παῖδας τοὺς νεογνοὺς ἐκτρέφουσιν, κἀγὼ δὲ οὕτω τῷ Χριστοῦ γάλακτι λόγῳ 1.6.36.1 πνευματικὴν ὑμῖν ἐνστάζων τροφήν. Οὕτω γοῦν τελεία τροφὴ τὸ γάλα ἐστὶ τὸ τέλειον καὶ εἰς τέλος ἄγει τὸ ἀκατάπαυστον. ∆ιὸ κἀν τῇ ἀναπαύσει τὸ αὐτὸ τοῦτο ἐπήγγελται γάλα καὶ μέλι. Εἰκότως γάλα αὖθις ὑπισχνεῖται τοῖς δικαίοις ὁ κύριος, ἵνα δὴ σαφῶς ὁ λόγος ἄμφω δειχθῇ, ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλος ὁ λόγος ἀλληγορούμενος γάλα. Τοιοῦτόν τι καὶ Ὅμηρος ἄκων μαντεύεται τοὺς δικαίους τῶν ἀνθρώπων γαλακτοφά 1.6.36.2 γους καλῶν. Ἔξεστι δὲ καὶ οὕτως ἐκλαμβάνειν τὴν γραφήν· κἀγὼ δέ, ἀδελφοί, οὐκ ἐδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, ὡς δύνασθαι σαρκίνους νοεῖσθαι τοὺς νεωστὶ κατηχουμένους καὶ νηπίους 1.6.36.3 ἔτι ἐν Χριστῷ. Πνευματικοὺς μὲν γὰρ τοὺς πεπιστευκότας ἤδη τῷ ἁγίῳ πνεύματι προσεῖπεν, σαρκικοὺς δὲ τοὺς νεοκατηχήτους καὶ μηδέπω κεκαθαρμένους, οὓς ἔτι σαρκικοὺς εἰκότως λέγει ἐπ' ἴσης τοῖς ἐθνικοῖς τὰ σαρκὸς ἔτι φρονοῦν1.6.36.4 τας. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ∆ιὸ καὶ γάλα ὑμᾶς ἐπότισα, φησίν, τὴν γνῶσιν ὑμῖν ἐνέχεα, λέγων, τὴν ἐκ κατηχήσεως ἀνατρέφουσαν εἰς ζωὴν ἀίδιον. Ἀλλὰ καὶ τὸ ἐπότισα ῥῆμα τελείας μεταλήψεως σύμβολόν ἐστιν. Πίνειν μὲν γὰρ οἱ 1.6.36.5 τέλειοι λέγονται, θηλάζειν δὲ οἱ νήπιοι. Τὸ αἷμά μου γάρ, φησὶν ὁ κύριος, ἀληθής ἐστι πόσις. Μή τι οὖν γάλα εἰπὼν ἐπότισα τὴν ἐν λόγῳ γάλακτι τελείαν εὐφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, ᾐνίξατο; Τὸ δ' ἐπαγόμενον ἑξῆς οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε τὴν ἐν τῷ μέλλοντι αἰῶνι ἐναργῆ ἀποκάλυψιν βρώματος δίκην πρόσωπον πρὸς πρόσωπον 1.6.36.6 αἰνίττεσθαι δύναται. Βλέπομεν γὰρ ὡς δι' ἐσόπτρου νῦν, ὁ αὐτὸς ἀπόστολος λέγει, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ∆ιὸ κἀκεῖνο ἐπήγαγεν· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε, τὰ τῆς σαρκὸς φρονοῦντες, ἐπιθυμοῦντες, ἐρῶντες, ζηλοῦντες, μηνιῶντες, φθονοῦντες· οὐ γὰρ ὅτι ἔτι ἐν σαρκί ἐσμεν, ὡς ὑπειλήφασί τινες· σὺν αὐτῇ γὰρ τὸ πρόσωπον ἰσάγγελον ἔχοντες πρόσωπον πρὸς πρόσωπον τὴν ἐπαγγε1.6.37.1 λίαν ὀψόμεθα. Πῶς δέ, εἰ ἐκείνη ὄντως ἐστὶν ἡ ἐπαγγελία μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβη, εἰδέναι φασὶν οὐ πνεύματι ἐννενοηκότες, ἀλλὰ ἐκ μαθήσεως παρειληφότες ὃ οὖς οὐκ ἤκουσέν ποτε ἢ μόνον ἐκεῖνο τὸ ἐν τρίτῳ ἁρπασθὲν οὐρανῷ; 1.6.37.2 Ἀλλὰ κἀκεῖνο ἐχεμυθεῖν ἐκελεύετο τότε. Εἰ δὲ ἀνθρωπίνη σοφία ἐστίν,