τε θεῶν τε"· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ αἰγῶν ὁ Θμουιτῶν τράγος. 2.33.1 Καὶ σοῦ, ὦ Ὅμηρε, τεθαύμακα τὰ ποιήματα· ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον. 2.33.2 Σεμνὸν ἀναπλάττεις, Ὅμηρε, τὸν ∆ία καὶ νεῦμα περιάπτεις αὐτῷ τετιμημένον. Ἀλλ' ἐὰν ἐπιδείξῃς μόνον, ἄνθρωπε, τὸν κεστόν, ἐξελέγχεται καὶ ὁ Ζεὺς καὶ ἡ κόμη καταισχύνεται. 2.33.3 Εἰς ὅσον διελήλακεν ἀσελγείας ὁ Ζεὺς ἐκεῖνος ὁ μετ' Ἀλκμήνης τοσαύτας ἡδυπαθήσας νύκτας; οὐδὲ γὰρ αἱ νύκτες αἱ ἐννέα τῷ ἀκολάστῳ μακραί (ἅπας δὲ ἔμπαλιν ὁ βίος ἀκρασίᾳ βραχὺς ἦν), ἵνα δὴ ἡμῖν τὸν ἀλεξίκακον 2.33.4 σπείρῃ θεόν. ∆ιὸς υἱὸς Ἡρακλῆς, ∆ιὸς ὡς ἀληθῶς, ὁ ἐκ μακρᾶς γεννώμενος νυκτός, τοὺς μὲν ἄθλους τοὺς δώδεκα πολλῷ ταλαιπωρησάμενος χρόνῳ, τὰς δὲ πεντήκοντα Θεστίου θυγατέρας νυκτὶ διαφθείρας μιᾷ, μοιχὸς ὁμοῦ καὶ νυμφίος τοσούτων γενόμενος παρθένων. Οὔκουν ἀπεικότως οἱ ποιηταὶ "σχέτλιον" τοῦτον "καὶ αἰσυλοεργὸν" ἀπο καλοῦσιν. Μακρὸν δ' ἂν εἴη μοιχείας αὐτοῦ παντοδαπὰς καὶ 2.33.5 παίδων διηγεῖσθαι φθοράς. Οὐδὲ γὰρ οὐδὲ παίδων ἀπέσχοντο οἱ παρ' ὑμῖν θεοί, ὃ μέν τις Ὕλα, ὃ δὲ Ὑακίνθου, ὃ δὲ Πέλοπος, ὃ δὲ Χρυσίππου, ὃ δὲ Γανυμήδους ἐρῶντες. 2.33.6 Τούτους ὑμῶν αἱ γυναῖκες προσκυνούντων τοὺς θεούς, τοιούτους δὲ εὐχέσθων εἶναι τοὺς ἄνδρας τοὺς ἑαυτῶν, οὕτω σώφρονας, ἵν' ὦσιν ὅμοιοι τοῖς θεοῖς τὰ ἴσα ἐζηλω κότες· τούτους ἐθιζόντων οἱ παῖδες ὑμῶν σέβειν, ἵνα καὶ ἄνδρες γενήσονται εἰκόνα πορνείας ἐναργῆ τοὺς θεοὺς 2.33.7 παραλαμβάνοντες. Ἀλλ' οἱ μὲν ἄρρενες αὐτοῖς τῶν θεῶν ἴσως μόνοι ᾄττουσι περὶ τὰ ἀφροδίσια· θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ διὰ σεμνότητα Ἀφροδίτην 2.33.8 ἰδεῖν μεμοιχευμένην. Αἳ δὲ ἀκολασταίνουσιν ἐμπαθέσ τερον ἐν τῇ μοιχείᾳ δεδεμέναι, Ἠὼς ἐπὶ Τιθωνῷ, Σελήνη <δ' ἐπὶ> Ἐνδυμίωνι, Νηρηῒς ἐπὶ Αἰακῷ καὶ ἐπὶ Πηλεῖ Θέτις, ἐπὶ δὲ Ἰασίωνι ∆ημήτηρ καὶ ἐπὶ Ἀδώνιδι Φερέ2.33.9 φαττα. Ἀφροδίτη δὲ ἐπ' Ἄρει κατῃσχυμμένη μετῆλθεν ἐπὶ Κινύραν καὶ Ἀγχίσην ἔγημεν καὶ Φαέθοντα ἐλόχα καὶ ἤρα Ἀδώνιδος, ἐφιλονείκει δὲ τῇ βοώπιδι καὶ ἀποδυσάμεναι διὰ μῆλον αἱ θεαὶ γυμναὶ προσεῖχον τῷ ποιμένι, ἥτις αὐτῶν δόξει καλή. 2.34.1 Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρῃσκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια· Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλαττα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια· Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα· Πῖσα δὲ ὑμῖν τάφος ἐστίν, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοάς, τὰ Ὀλύμπια, ὁ Φειδίου σφετερίζεται Ζεύς. Μυστήρια ἦσαν ἄρα, ὡς ἔοικεν, οἱ ἀγῶνες ἐπὶ νεκροῖς διαθλούμενοι, ὥσπερ καὶ τὰ λόγια, καὶ 2.34.2 δεδήμευνται ἄμφω. Ἀλλὰ τὰ μὲν ἐπὶ Ἄγρᾳ μυστήρια καὶ τὰ ἐν Ἁλιμοῦντι τῆς Ἀττικῆς Ἀθήνησι περιώρισται·αἶσχος δὲ ἤδη κοσμικὸν οἵ τε ἀγῶνες καὶ οἱ φαλλοὶ οἱ ∆ιονύσῳ ἐπιτελούμενοι, κακῶς ἐπινενεμημένοι τὸν βίον. 2.34.3 ∆ιόνυσος γὰρ κατελθεῖν εἰς Ἅιδου γλιχόμενος ἠγνόει τὴν ὁδόν, ὑπισχνεῖται δ' αὐτῷ φράσειν, Πρόσυμνος τοὔνομα, οὐκ ἀμισθί· ὁ δὲ μισθὸς οὐ καλός, ἀλλὰ ∆ιονύσῳ καλός· καὶ ἀφροδίσιος ἦν ἡ χάρις, ὁ μισθός, ὃν ᾐτεῖτο ∆ιόνυσος· βουλομένῳ δὲ τῷ θεῷ γέγονεν ἡ αἴτησις, καὶ δὴ ὑπισχνεῖται παρέξειν αὐτῷ, εἰ ἀναζεύξοι, ὅρκῳ πιστωσάμενος τὴν 2.34.4 ὑπόσχεσιν. Μαθὼν ἀπῆρεν· ἐπανῆλθεν αὖθις· οὐ κατα λαμβάνει τὸν Πρόσυμνον (ἐτεθνήκει γάρ)· ἀφοσιούμενος τῷ ἐραστῇ ὁ ∆ιόνυσος ἐπὶ τὸ μνημεῖον ὁρμᾷ καὶ πασχητιᾷ. Κλάδον οὖν συκῆς, ὡς ἔτυχεν, ἐκτεμὼν ἀνδρείου