δευτερεῖα νέμει τῷ πλησίον. τίς δ' ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς ὁ σωτήρ; ἢ τίς μᾶλλον ἡμᾶς ἐλεήσας ἐκείνου, τοὺς ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὀλίγου τεθανατωμένους τοῖς πολλοῖς τραύμασι, φόβοις, ἐπιθυμίαις, ὀργαῖς, λύπαις, ἀπάταις, ἡδο 29.3 ναῖς; τούτων δὲ τῶν τραυμάτων μόνος ἰατρὸς Ἰησοῦς, ἐκκόπτων ἄρδην τὰ πάθη πρόρριζα, οὐχ ὥσπερ ὁ νόμος ψιλὰ τὰ ἀποτελέσματα, τοὺς καρποὺς τῶν πονηρῶν φυτῶν, ἀλλὰ τὴν ἀξίνην τὴν ἑαυτοῦ 29.4 πρὸς τὰς ῥίζας τῆς κακίας προσαγαγών. οὗτος ὁ τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς ∆αβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν 29.5 ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ. τοῦτον οὖν ἀγαπᾶν ἴσα χρὴ τῷ θεῷ. ἀγαπᾷ δὲ Χριστὸν Ἰησοῦν ὁ τὸ θέλημα αὐτοῦ ποιῶν 29.6 καὶ φυλάσσων αὐτοῦ τὰς ἐντολάς. "οὐ γὰρ πᾶς ὁ λέγων μοι "κύριε κύριε" εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου." καί· "τί με λέγετε "κύριε κύριε" καὶ οὐ ποιεῖτε ἃ λέγω;" καί· "ὑμεῖς μακάριοι οἱ ὁρῶντες καὶ ἀκούοντες ἃ μήτε δίκαιοι μήτε προφῆται", ἐὰν ποιῆτε ἃ λέγω.
30.1 Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν, δεύτερος δὲ ὁ τοὺς
ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτο εἰς ἑαυτὸν ὁ κύριος ἐκδέχεται καὶ πᾶν 30.2 ἑαυτοῦ ποιεῖται. "δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομή σατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν, καὶ ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς ἤμην καὶ ἐνεδύσατέ με, ἠσθένησα καὶ ἐπε 30.3 σκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψα μεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δὲ εἴδομέν σε ξένον καὶ συνηγά γομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; ἢ πότε σε εἴδομεν ἀσθενοῦντα 30.4 καὶ ἐπεσκεψάμεθα; ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τού 30.5 των τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε." πάλιν ἐκ τῶν ἐναντίων τοὺς ταῦτα μὴ παρασχόντας αὐτοῖς εἰς τὸ πῦρ ἐμβάλ 30.6 λει τὸ αἰώνιον, ὡς αὐτῷ μὴ παρεσχηκότας. καὶ ἀλλαχοῦ· "ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, ὁ ὑμᾶς μὴ δεχόμενος ἐμὲ ἀθετεῖ."
31.1 Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς
ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. "μὴ καταφρονήσητε" λέγων "ἑνὸς τῶν μικρῶν τούτων· τούτων γὰρ οἱ ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν 31.2 οὐρανοῖς." καὶ ἑτέρωθι· "μὴ φοβεῖσθε, τὸ μικρὸν ποίμνιον· ὑμῖν γὰρ εὐδόκησεν ὁ πατὴρ παραδοῦναι τὴν βασιλείαν" τῶν οὐρανῶν. 31.3 κατὰ τὰ αὐτὰ καὶ τοῦ μεγίστου ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τὸν ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστι τὸν ἑαυτοῦ μαθη 31.4 τήν, εἶναι μείζω λέγει. καὶ πάλιν· "ὁ δεχόμενος δίκαιον ἢ προφήτην εἰς ὄνομα δικαίου ἢ προφήτου τὸν ἐκείνων μισθὸν λήψεται, ὁ δὲ μαθητὴν ποτίσας εἰς ὄνομα μαθητοῦ ποτήριον ψυχροῦ ὕδατος τὸν μισθὸν οὐκ ἀπολέσει." οὐκοῦν οὗτος μόνος ὁ μισθὸς οὐκ ἀπολλύ 31.5 μενός ἐστι. καὶ αὖθις· "ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς 31.6 ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς." φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφ' ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαί νων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα