Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
πύλη τοῦ 1.7.38.7 κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν <ἡ> ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι 1.7.38.8 γνωστικῇ. αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορὰς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμων· ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις.
1.8.39.1 Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητορικήν, πρὸς τὸ ἀγωνιστικὸν δὲ τὴν ἐριστικήν. αἱ τοίνυν τέχναι <αὗται> ἐὰν μὴ μετὰ φιλοσοφίας 1.8.39.2 γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν. ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν. 1.8.39.3 ἐν βραχεῖ δὲ εἰπεῖν, καθάπερ τῆς ῥητορικῆς ἀρχὴ μὲν τὸ πιθανόν, ἔργον δὲ τὸ ἐπιχείρημα καὶ τέλος ἡ πειθώ, οὕτω τῆς ἐριστικῆς ἀρχὴ 1.8.39.4 μὲν τὸ δόξαν, ἔργον δὲ τὸ ἀγώνισμα καὶ τέλος ἡ νίκη. τὸν αὐτὸν γὰρ τρόπον καὶ τῆς σοφιστικῆς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικὸν φαινομένον, τὸ δὲ ἐκ δια1.8.39.5 λεκτικῆς ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις. ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεως· οὐδαμοῦ δ' ἐν τού1.8.40.1 τοις ἡ ἀλήθεια. εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ διεφθαρ1.8.40.2 μένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας. ὁρᾷς ὅπως πρὸς αὐτοὺς κεκίνηται, νόσον ὀνομάζων τὴν λογικὴν τέχνην αὐτῶν, ἐφ' ᾗ σεμνύνονται οἷς φίλη ἡ στωμύλος αὕτη κακοτεχνία, 1.8.40.3 εἴτε Ἕλληνες εἶεν εἴτε καὶ βάρβαροι σοφισταί. παγκάλως οὖν ὁ τραγικὸς Εὐριπίδης ἐν ταῖς Φοινίσσαις λέγει· ὁ δὲ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. 1.8.40.4 ὑγιαίνων μὲν γὰρ ὁ σωτήριος εἴρηται λόγος αὐτὸς ὢν ἀλήθεια, καὶ τὸ ὑγιαῖνον αἰεὶ ἀθάνατον μένει, ἡ δὲ ἀπὸ τοῦ ὑγιεινοῦ τε καὶ 1.8.40.5 θείου διάκρισις ἀθεότης τε καὶ πάθος θανατηφόρον. λύκοι οὗτοι ἅρπαγες προβάτων κῳδίοις ἐγκεκρυμμένοι, ἀνδραποδισταί τε καὶ ψυχαγωγοὶ εὔγλωσσοι, κλέπτοντες μὲν ἀφανῶς, διελεγχόμενοι δὲ λῃσταί, αἱρεῖν ἀγωνιζόμενοι καὶ δόλῳ καὶ βίᾳ ἡμᾶς δὴ τοὺς ἀπερίττους, ὡς ἂν εἰπεῖν ἀδυνατωτέρους. 1.8.41.1 ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει. νῦν δ' εὐρόοισι στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν, 1.8.41.2 ἡ τραγῳδία λέγει. τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ παν1.8.41.3 ουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον. εἰσὶ γάρ, φησί, πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, φρεναπατοῦντες. οὔκουν 1.8.41.4 οὐ πᾶσιν εἴρηται· ὑμεῖς ἐστε οἱ ἅλες τῆς γῆς. εἰσὶ γάρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν 1.8.41.5 δέονται. ἐγὼ γοῦν καὶ πάνυ ἀποδέχομαι τὴν τραγῳδίαν λέγουσαν· ὦ παῖ, γένοιντ' ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσι<ν> νικῷεν ἂν τἀληθές· ἀλλ' οὐ τοῦτο τἀκριβέστατον, ἀλλ' ἡ φύσις καὶ τοὐρθόν· ὃς δὲ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλὰ γὰρ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε. 1.8.41.6 οὔποτε ἄρα ὀρεκτέον τοῖς πολλοῖς ἀρέσκειν. ἃ μὲν γὰρ ἐκείνους ἥδει, οὐκ ἀσκοῦμεν ἡμεῖς· ἃ δὲ ἡμεῖς ἴσμεν, μακράν