1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

12

καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυ- γιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα· ἀλλ' ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀίδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγεμόνας διέταξεν· ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆ- λύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ <δ'> ἐσόμενος αἰὼν ἄρρην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα· διὰ τοῦτο οἱ ἐν τῷ κόσμῳ τούτῳ προφῆται <...> ἑπόμενοι, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, αἰω- νίων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θορυβῶν, τῆς ἀσθενοῦς ἀριστερᾶς ἐστιν συνεργός. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει· ὡς ἐν ἀρχῇ ὁ θεὸς εἷς ὤν, ὥσπερ δεξιὰ καὶ ἀριστερά, πρῶτον ἐποίησεν τὸν οὐρανόν, εἶτα τὴν γῆν, [καὶ] οὕτως κατὰ τὸ ἑξῆς πάσας τὰς συζυγίας συνεστήσατο· ἐπὶ μέντοι ἀνθρώπων οὐκέτι οὕτως, ἀλλὰ πάσας ἐναλλάσσει τὰς συζυγίας. ὡς γὰρ ἀπ' αὐτοῦ τὰ πρῶτα κρείττονα, τὰ δεύτερα ἥττονα, ἐπ' ἀνθρώπων τὸ ἐναντίον εὑρίσκομεν, τὰ πρῶτα χείρονα, τὰ δεύτερα κρείττονα. αὐτίκα γοῦν ἀπὸ Ἀδὰμ τοῦ κατ' εἰκόνα θεοῦ γενομένου ἐγέ- νετό τις πρῶτος ἄδικος Κάιν, δεύτερος δίκαιος Ἄβελ. πάλιν δὲ ἀπὸ τοῦ καθ' ὑμᾶς λεγομένου ∆ευκαλίωνος πνευμάτων εἰκόνες δύο ἀπεστά- λησαν, ἀκαθάρτου λέγω καὶ καθαροῦ, ὅ τε κόραξ ὁ μέλας καὶ ἡ λευκὴ περιστερὰ δευτέρα. καὶ ἀπὸ μὲν τοῦ ἀρχηγέτου τοῦ ἔθνους ἡμῶν Ἀβραὰμ δύο [πρῶτοι] γεγόνασιν, πρῶτος Ἰσμαήλ, εἶτα Ἰσαὰκ ὁ ὑπὸ τοῦ θεοῦ εὐλογημένος. ἀπὸ δὲ αὐτοῦ Ἰσαὰκ ὁμοίως πάλιν δύο, Ἠσαῦ ὁ ἀσεβὴς καὶ Ἰακὼβ ὁ εὐσεβής. οὕτως τῇ τάξει πρῶτος, ὡς πρωτότοκος τῷ κόσμῳ, ὁ ἀρχιερεύς, εἶτα ὁ νομοθέτης. ὁμοίως-ἡ γὰρ πρὸς τὸν Ἠλίαν συζυγία ὀφείλουσα ἐλθεῖν ἑκοῦσα ἀπελείφθη εἰς ἕτερον καιρόν, ἄλλοτε εὐκαίρως αὑτὴν ἀπολαβεῖν βουλευσαμένη-[διὸ] καὶ ὁ «ἐν γεννη- τοῖς γυναικῶν» πρῶτος ἦλθεν, εἶτα ὁ ἐν υἱοῖς ἀνθρώπων δεύτερος ἐπῆλ- θεν. ταύτῃ τῇ τάξει ἀκολουθοῦντα δυνατὸν ἦν νοεῖν τίνος ἐστὶν Σίμων, ὁ πρὸ ἐμοῦ εἰς τὰ ἔθνη πρῶτος ἐλθών, καὶ τίνος ὢν τυγχάνω, ὁ μετ' ἐκεῖνον ἐληλυθὼς καὶ ἐπελθὼν ὡς σκότῳ φῶς, ὡς ἀγνοίᾳ γνῶσις, ὡς νόσῳ ἴασις. οὕτως δή, ὡς ὁ ἀληθὴς ἡμῖν προφήτης εἴρηκεν, πρῶτον ψευδὲς δεῖ ἐλθεῖν εὐαγγέλιον ὑπὸ πλάνου τινὸς καὶ εἶθ' οὕτως μετὰ καθαίρεσιν τοῦ ἁγίου τόπου εὐαγγέλιον ἀληθὲς κρύφα διαπεμφθῆναι εἰς ἐπανόρθωσιν τῶν ἐσομένων αἱρέσεων· καὶ μετὰ ταῦτα πρὸς τῷ τέλει πάλιν πρῶτον ἀντί- χριστον ἐλθεῖν δεῖ καὶ τότε τὸν ὄντως Χριστὸν ἡμῶν Ἰησοῦν ἀναφανῆναι καὶ μετὰ τοῦτο αἰωνίου φωτὸς ἀνατείλαντος πάντα τὰ τοῦ σκότους ἀφανῆ γενέ- σθαι. ἐπεὶ οὖν, ὡς ἔφην, τὸν κανόνα τῆς συζυγίας ἀγνοοῦσί τινες, ἔνθεν οὐκ ἐπίστανται τίς τυγχάνει ὁ ἐμοῦ προοδεύσας Σίμων. εἰ γὰρ ἐγινώσκετο, οὐκ ἂν ἐπιστεύετο. νῦν δὲ ἀγνοούμενος οὐκ ὀρθῶς πεπίστευ- ται, καὶ ὁ τὰ μισούντων ποιῶν ἠγάπηται καὶ ὁ ἐχθρὸς ὡς φίλος ἀπο-