1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

12

ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. Καὶ τοῦτο μαθὼν Μαυίας καὶ οἱ σύμβουλοι αὐτοῦ, ἐφοβήθησαν σφόδρα. Καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην. Ἐπὶ ταύτῃ τῇ προφάσει πέμπεται παρὰ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ὀρθοδόξου, υἱοῦ τοῦ Πωγωνάτου, Ἰωάννης ὁ ἐπίκλην Πιτζηκαύδης. Τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, Μαυίας ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς, καὶ συνεφωνήθη πρὸς ἀμφοτέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῷ τῶν Ῥωμαίων βασιλεῖ παρὰ τῶν Ἀγαρηνῶν χρυσίου χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους ωʹ καὶ ἵππους εὐγενεῖς νʹ. Ἐπὶ τούτου διῃρέθη ἡ τῶν Ἀράβων ἀρχὴ εἰς μέρη δύο. Καὶ εἰς μὲν τὴν Αἰθρίβου ἐκράτησε τὴν ἀρχὴν ὁ Ἀλή, τὴν δὲ Αἴγυπτον καὶ Παλαιστίνην καὶ ∆αμασκὸν ἐκράτει ὁ Μαυίας. Καὶ οἱ μὲν τὴν Αἴθριβον οἰκοῦντες μετὰ τῶν υἱῶν τοῦ Ἀλὴ ἐστράτευσαν κατὰ τοῦ Μαυίου. Ὁ δὲ Μαυίας ἀνθωπλίσατο κατ' αὐτῶν, καὶ συνῆψεν πόλεμον παρὰ τὸν ποταμὸν Εὐφράτην, καὶ ἡττήθη τὸ μέρος Ἀλή, καὶ παρέλαβεν ὁ Μαυίας τὴν Αἴθριβον καὶ πᾶσαν τὴν γῆν τῆς Συρίας. Ἐκράτησεν δὲ ἡ αὐτοῦ γενεὰ ἔτη πεʹ. Καὶ μετ' αὐτὸν ἐξῆλθον οἱ λεγόμενοι Μαυροφόροι ἀπὸ Περσίδος, οἱ κρατοῦντες ἕως τῆς σήμερον, καὶ ἐπολέμησαν τὴν γενεὰν τοῦ Μαυίου καὶ ἠφάνισαν αὐτήν. Ἔσφαξαν δὲ καὶ Μαρουάμ, τὴν κεφαλὴν αὐτῶν. Ὑπελείφθησαν δὲ ὀλίγοι τοῦ Μαυίου, καὶ ἐδιώχθησαν παρὰ τῶν Μαυροφόρων ἕως τῆς Ἀφρικῆς μετὰ καὶ ἑνὸς ἐκγόνου τοῦ Μαυίου. Ὁ δὲ αὐτὸς ἔκγονος τοῦ Μαυίου μετ' ὀλίγων τινῶν διεπέρασεν εἰς τὴν Ἱσπανίαν ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου, οὐχὶ δὲ τοῦ Πωγωνάτου. Τοῦτο δὲ παρὰ τοῖς ἡμετέροις ἱστορικοῖς οὐ γέγραπται. Ἀφ' οὗ γὰρ παρελήφθη ἡ μεγάλη Ῥώμη παρὰ τῶν Γότθων, ἤρξατο ἀκρωτηριάζεσθαι τὰ Ῥωμαϊκὰ πράγματα, καὶ οὐδεὶς τῶν ἱστορικῶν τῶν τῆς Ἱσπανίας μερῶν ἐποιήσατο μνείαν, οὔτε τῆς γενεᾶς τοῦ Μαυίου. Ἔχει δὲ τοῦ μακαρίου Θεοφάνους ἡ ἱστορία οὕτως. Ἀπεβίω οὖν ὁ Μαυίας, ὁ τῶν Σαρακηνῶν ἀρχηγός, γεγονὼς στρατηγὸς ἔτη κʹ, ἀμηρεύσας δὲ ἔτη κδʹ. Καὶ ἐκράτησεν τῆς ἀρχῆς τῶν Ἀράβων Ἰζίδ, ὁ υἱὸς αὐτοῦ, ἔτη ʹ. Τούτου τελευτήσαντος, ἐταράχθησαν οἱ Ἄραβες τῆς Αἰθρίβου, καὶ διεγερθέντες κατέστησαν ἑαυτοῖς ἀρχηγὸν Ἀβδελᾶν, τὸν υἱὸν Ζουβέρ. Τοῦτο ἀκούσαντες οἱ τὴν Φοινίκην καὶ Παλαιστίνην καὶ ∆αμασκὸν κατοικοῦντες Ἀγαρηνοί, ἔρχονται πρὸς Οὐσάν, ἀμηρᾶν Παλαιστίνης, καὶ προβάλλονται Μαρουάμ, καὶ ἱστῶσιν αὐτὸν ἀρχηγόν, καὶ κρατεῖ τῆς ἀρχῆς μῆνας θʹ. Τούτου δὲ τελευτήσαντος, Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν, καὶ κρατεῖ ἔτη κβʹ καὶ μῆνας ʹ. Καὶ χειροῦται τοὺς τυράννους, καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβὲρ καὶ διάδοχον. Ἐν τούτοις τελευτᾷ Κωνσταντῖνος ὁ βασιλεύς, ὁ υἱὸς τοῦ Πωγωνάτου, κρατήσας τῆς Ῥωμαίων ἀρχῆς ἔτη ιζʹ· καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ. Ἰστέον, ὅτι ὁ τῶν Ἀράβων ἀρχηγός, ὃς πέμπτος ἀπὸ τοῦ Μουάμεθ ἐκράτησεν τῆς ἀρχῆς τῶν Ἀράβων, οὐκ ἐκ τοῦ γένους ἦν τοῦ Μουάμεθ, ἀλλ' ἐξ ἑτέρας φυλῆς. Καὶ πρῶτον μὲν ἐχειροτονήθη στρατηγὸς καὶ ναύαρχος παρὰ Οὐθμάν, ἀρχηγοῦ τῶν Ἀράβων, καὶ ἀπεστάλη κατὰ τῆς Ῥωμαίων πολιτείας μετὰ χειρὸς ἰσχυρᾶς καὶ καταφράκτων νηῶν ασʹ. Καὶ εἰσῆλθεν ἕως τῆς Ῥόδου, κἀκεῖθεν ἐξοπλισάμενος ἀνῆλθεν ἕως Κωνσταντινούπολιν, καὶ διατρίψας χρόνον ἱκανόν, λεηλατήσας τε τὰ ἔξω τοῦ Βυζαντίου, ὑπέστρεψεν ἄπρακτος. Ἐλθὼν δὲ ἐν τῇ Ῥόδῳ καθεῖλεν τὸν κολοσσὸν τὸν ἐν αὐτῇ ἱστάμενον. Ἄγαλμα δὲ ἦν τοῦ ἡλίου χαλκοῦν, κεχρυσωμένον ἀπὸ κεφαλῆς ἕως ποδῶν, ἔχον ὕψος πήχεις πʹ καὶ πλάτος ἀναλόγως τοῦ ὕψους, καθὼς μαρτυρεῖ τὸ ἐπίγραμμα τὸ πρὸς τὴν βάσιν τῶν ποδῶν αὐτοῦ γεγραμμένον, ἔχον οὕτως· Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Λάχης ἐποίει πηχέων, ὁ Λίνδιος. Ἔλαβεν δὲ τὸν χαλκὸν αὐτοῦ καὶ διεπέρασεν αὐτὸν ἐν Συρίᾳ, καὶ ἔστησεν αὐτὸν εἰς ἀγορὰν παντὶ