12
νθ. Ὅτι χρὴ ἕκαστον ὄρθρου καὶ ἑσπέρας σπουδαῖον εἶναι περὶ τὰς συνάξεις. ξ. Παράδειγμα πρὸς ζῆλον ἐνάγον ἡ Ἑλλήνων καὶ Ἰουδαίων μάταιος συνδρομὴ ἐπὶ τοὺς νεὼς καὶ τὰς συναγωγάς. ξα. Ὅτι οὐχ ὅσιον προκρίνειν τὰ ἰδιωτικὰ τῶν θείων. Περὶ ἀδιαφορίας· καὶ ὅτι οὐ χρὴ συντρέχειν τὸν πιστὸν εἰς Ἰου δαίων συναγωγὰς ἢ αἱρετικῶν εὐκτήριον ἢ Ἑλλήνων θεάματα. ξβ. Ὅτι πάντα τὰ τῶν Ἑλλήνων ἀσεβήματα ἀποστρέφεσθαι χρή. ξγ. Ὅτι ἀργὸν οὐ χρὴ ἐσθίειν τινὰ τῶν πιστῶν· ὡς οἱ περὶ Πέτρον ἁλιεῖς καὶ οἱ λοιποὶ ἀπόστολοι, οἱ δὲ περὶ Παῦλον καὶ Ἀκύλαν σκηνοποιοί, οἱ δὲ περὶ Ἰούδαν Ἰακώβου γῆς ἐργάται, ἱστορεῖ Ἡγήσιππος καὶ Τερτυλιανὸς ὁ Ῥωμαῖος. Περὶ δὲ τῶν ἐπισκόπων οὕτως ἠκούσαμεν παρὰ τοῦ Κυρίου ἡμῶν· τὸν ποιμένα τὸν καθιστάμενον ἐπίσκοπον εἰς τὰς Ἐκκλησίας ἐν πάσῃ παροικίᾳ δεῖ ὑπάρχειν ἀνέγ κλητον, ἀνεπίληπτον, ἀνέπαφον πάσης ἀδικίας ἀνθρώπων, οὐκ ἔλαττον ἐτῶν πεντήκοντα, ὅτι τρόπῳ τινὶ τὰς νεωτερικὰς ἀταξίας καὶ τὰς ἔξωθεν διαβολὰς ἐκπεφευγὼς ὑπάρχει πρὸς τάς τινων ψευδαδέλφων εἰς πολλοὺς ἐπιφιρομένας βλασφημίας οὐ γινωσκόντων ῥῆμα Θεοῦ τὸ ἐν τῷ Eὐαγγελίῳ· «Ὃς ἂν λαλήσῃ ῥῆμα ἀργόν, ἀποδώσει περὶ αὐτοῦ λόγον τῷ Κυρίῳ ἐν ἡμέρᾳ κρίσεως». Καὶ πάλιν· «Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ.» Ἔστω οὖν, εἰ δυνατόν, πεπαιδευμένος· εἰ δὲ καὶ ἀγράμ ματος, ἀλλ' οὖν ἔμπειρος τοῦ λόγου, καθήκων τῇ ἡλικίᾳ. Eἰ δὲ καὶ ἐν παροικίᾳ μικρᾷ ὑπαρχούσῃ που προβε βηκὼς τῷ χρόνῳ μὴ εὑρίσκηται μεμαρτυρημένος καὶ σοφὸς εἰς ἐπισκοπὴν κατασταθῆναι, νέος δὲ ᾖ ἐκεῖ, μεμαρτυρημένος ὑπὸ τῶν συνόντων αὐτῷ ὡς ἄξιος ἐπισκοπῆς, διὰ τῆς νεότητος ἐν πραότητι καὶ εὐταξίᾳ γῆρας ἐπιδεικνύμενος, δοκιμασθείς, εἰ ὑπὸ τῶν πάντων οὕτως μαρτυρεῖται, καθι στάσθω ἐν εἰρήνῃ. Καὶ γὰρ Σολομὼν δωδεκαετὴς τοῦ Ἰσραὴλ ἐβασίλευσεν, καὶ Ἰωσίας ἐν δικαιοσύνῃ ὀκτὼ ἐτῶν ἐβασίλευσεν, ὁμοίως δὲ καὶ Ἰωὰς ἑπτὰ ἐτῶν ἦρξεν τοῦ λαοῦ. Ὥστε εἰ καὶ νέος, ἀλλὰ πρᾶος ὑπαρχέτω δεῖλός τε καὶ ἡσύχιος, ὅτι λέγει διὰ τοῦ Ἡσαΐου Κύριος ὁ Θεός· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους διαπαντός;» Ὁμοίως καὶ ἐν τῷ Eὐαγγελίῳ οὕτως· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ἔστω δὲ καὶ ἐλεήμων, ὅτι πάλιν εἴρηται· «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ