καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι' ἀλλήλων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον· τέλειος γὰρ ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ ἄρσεν· αὐτὸς γάρ ἐστιν ὁ πᾶσιν ἡμῖν ἐντιθεὶς τῆς θεογνωσίας τὰ σπέρματα· ἀλλὰ καὶ ἐνιαύσιον, ἵνα καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελῆται τὸ πάσχα. Λαμβάνεται δὲ ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων, ὡς Θεολόγος ἡρμήνευσε. Χρίονται δὲ τῷ αἵματι οἱ σταθμοὶ καὶ ἡ φλιὰ, τοῦτ' ἔστι τὸ σῶμα. Τοῦτο γὰρ οἰκία τῆς ψυχῆς, καὶ τοῦτο τὴν ἐκ παραβάσεως ἀπελαύνει νέκρωσιν. Καὶ θύραι δὲ τῆς τοιαύτης οἰκίας αἱ ἐν ἡμῖν αἰσθήσεις· δι' ὧν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης. Ἐσθίεσθαι δὲ τὰ κρέα προστάττει ταύτῃ τῇ νυκτί· τοῦτ' ἔστι, κατὰ τὸν ἐνεστῶτα αἰῶνα. Νύκτα γὰρ αὐτὸν καὶ Παῦλος ἐκάλεσε, λέγων· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἡμέραν ὀνομάζων τὸν αἰῶνα τὸν μέλλοντα. Ἕως μὲν οὖν ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, ἐσθίομεν τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα διὰ τῆς μεταλήψεως· μεταβαίνοντες δὲ ἐντεῦθεν, τρόπον ἕτερον αὐτοῦ μεταληψόμεθα. Πυρὶ δὲ ὀπτῶντας ἐσθίειν κελεύει τὰ κρέα· δηλαδὴ τῷ πυρὶ τοῦ πνεύματος καὶ τῆς ἀγάπης Χριστοῦ. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φαγεῖν· ἤγουν ἀζύμοις καὶ καθαραῖς ἐπιθυμίαις τὴν ἑαυτῶν ψυχὴν ἀποτρέφειν, καὶ ἀμιγέσι φαυλότητος, καὶ προσίεσθαι τὰς ἐκ πειρασμῶν πικρίας. Οὐκ ἔδεσθε δὲ, φησὶν, ἀπ' αὐτῶν ὠμόν. Ἐπὶ γὰρ τὸ ὠμὸν οὐ ῥᾳδίως ἥκει τοῖς ὀδοῦσιν, οὐδ' εἰς πέψιν ἐσθίεται. Ὠμὸν πάντως ἐσθίουσιν οἱ μὴ δι' ἐρεύνης ἀκριβοῦς τὸ κατὰ Χριστὸν μυστήριον καταλεπτύνοντες τοῖς ὀδοῦσι τῆς διανοίας· πυροῦντές τε καὶ δοκιμάζοντες κατὰ τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημένον· Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Κωλύει δὲ ἐσθίειν καὶ ἐψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν οὐ καλὴν ἔσεσθαι τροφὴν ὑποφαίνων. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις ἐπιτάττει φαγεῖν, ἵνα ὅλη δι' ὅλου τοῦ κατὰ Χριστὸν μυστηρίου ταῖς διανοίαις ἡμῶν ἡ γνῶσις. Εἴη δ' ἂν κεφαλὴ μὲν ἡ ἀρχὴ τοῦ μυστηρίου, πόδες δὲ, τὸ τέλος. Ἐνδόσθια δὲ οἱ ἀποῤῥητότεροι καὶ κρυφιωδέστεροι λόγοι. Τὸ 77.1208 δὲ, Οὐχ ὑπολείψεσθε ἀπ' αὐτῶν τῷ πρωΐ· παραδηλοῖ τὸ μὴ παραπέμπεσθαι εἰς ἀναβολὴν, τὴν τελείαν περὶ αὐτοῦ γνῶσιν, ἀλλὰ πάσης μεταλαμβάνειν εἰς ὁλόκληρον. Ὀστοῦν δὲ ἀπ' αὐτοῦ οὐ συντρίψετε, διότι ἄβρωτα τοῖς ὀδοῦσι τοῦ νοῦ, οἱ λευκοὶ καὶ κεκρυμμένοι τῆς θεότητος αὐτοῦ λόγοι διὰ τὴν οἰκείαν στεῤῥότητα. Συντρίβουσι δὲ ὅσον τὸ ἐφ' ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοὶ τῆς θεογνωσίας διδάγματα. Τὰ δὲ καταλιμπανόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ πυρὶ κατακαίεσθαι κελεύει, δηλῶν ἐντεῦθεν τὸν εἰς τὸν αἰῶνα τὸν μέλλοντα γενησόμενον φωτισμὸν τῶν ὑπολιμπανομένων περὶ αὐτοῦ λόγων ἀδιαγνώστων. Καὶ τὸ μὲν περιεζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον καὶ νεανικοῦ φρονήματος. Ζῶσαι γὰρ, φησὶν, ὡς ἀνὴρ τὴν ὀσφύν σου. Καὶ πάλιν περί τινος διὰ τοῦ προφήτου, Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος ἐν δικαιοσύνῃ. Σημαίνουσι δὲ τὰ μὲν ὑποδήματα, τὴν ἑτοιμότητα τῆς γνώμης εἰς τὸ βαδίζειν πρὸς ὅπερ ἂν βούλοιτο Θεός. Φησὶ γὰρ καὶ Παῦλος, Καὶ ὑποδυσάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἡ δὲ ῥάβδος τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα, καὶ ἀνέχουσαν πρὸς ὑπομονήν. Τὸ δὲ μετὰ σπουδῆς ἐσθίεσθαι ἀμνὸν, τὸ μὴ νωθρὸν μὴ δὲ παρειμένον ἐν τῇ διαγνώσει τοῦ κατὰ Χριστὸν μυστηρίου. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον, Πάσχα, λέγων, ἐστὶ Κυρίῳ, τοῦτ' ἔστιν, διαβατήριον. ∆ιαβαίνομεν γὰρ ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἐφ' ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις τρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν. Χρὴ γὰρ καθαραῖς τροφαῖς δογμάτων, καὶ