μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. ∆εξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ, τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν, ἐκ τοῦ παρ' ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς κρύπτειν τι. Πόδας δὲ καὶ βάδισιν, τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν, ἢ ἄλλην τινὰ πρᾶξιν, ἔλευσίν τε καὶ παρουσίαν· ἐκ τοῦ παρ' ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν δι' ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν, τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν. Καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν, καὶ ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης, καὶ τὴν τῆς συνήθους βοηθείας πρὸς τοὺς οἰκείους ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ Θεοῦ, κεκρυμμένην ἔχει τινὰ ἔννοιαν, ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν.
ΚΕΦΑΛ. ΙΓʹ.
Τὸ μέντοι ἄκτιστον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον, καὶ τὰ τοιαῦτα, κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο καὶ τῆς θείας φύσεως ἰδιώματα λέγονται· τῆς θείας μὲν φύσεως, ὅτι φυσι 77.1149 κὰ, καὶ οὐχ ὑποστατικὰ, ταῖς τρισὶν ὁμοτίμως προσόντα τῆς Θεότητος ὑποστάσεσιν· ἰδιώματα δὲ, ὡς ἄλλῃ πάσῃ φύσει, πλὴν μόνης τῆς θείας οὐσίας, πάμπαν ἀμέθεκτα, μήτε ἀνθρώποις, μήτε ἀγγέλοις ὅλως ἐνθεωρούμενα. Καλεῖται δὲ καὶ οὐσία, καὶ φύσις, καὶ μορφὴ, [τὸ ἓν καὶ ταυτόν· καὶ οὐσία μὲν, ὡς τὸ καθ' αὑτὸ εἶναι ἔχουσα· φύσις δὲ,] ὡς φύουσα τὰς ὑποστάσεις· μορφὴ δὲ, ὡς ὅλων τῶν μορφουμένων τῶν ὑπ' αὐτὴν, ἤτοι τῶν χαρακτήρων συλληπτική. Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστάσεις καὶ πρόσωπα. Καὶ ἄτομα μὲν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἢ διαίρεσιν ὑποδέχεσθαι. Τῆς γὰρ ἀνθρωπίνης οὐσίας, ταυτὸν δ' εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ' αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐδεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικὰ καὶ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικά· καὶ κατὰ τοῦτον τὸν λόγον, οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα. Ὑποστάσεις δὲ, ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης ἐννοηματικῶς· τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς. Πρόσωπα δὲ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώνητον. Τοιγαροῦν ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν· ἄτομα δὲ τρία, τρεῖς ὑποστάσεις, τρία πρόσωπα, χαρακτῆρσι καταλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα. Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱὸς, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς (τίς γὰρ τοῦτ' ἂν ὑπονοήσειε λόγου μετεσχηκώς), ἀλλ' ὅτι καθὸ Πατὴρ ὁ Πατὴρ, ἐκ τοῦ ἔχειν Υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται. Καὶ ὅτι πάντως τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων Υἱὸς, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσικὴ ἀπαράλλακτος. ∆ιό φησιν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς, ὁμοφυοῦς ὑπάρχει Λόγου πηγαστικός. Πατὴρ δὲ ὢν, γεννητικός ἐστιν ὁμοουσίου Υἱοῦ. ∆ιὰ τοῦτο καὶ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός.
ΚΕΦΑΛ. Ι∆ʹ. 12