Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Κύριε, κατὰ τὴν δικαιοσύνην μου. (A f. 45) Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύ ριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινο μένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθέ νειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέ ποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλον ότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. (A f. 46) Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι' εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐρ γάτης. Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συν τελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθη μάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. (A f. 46 b) Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμε λεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώ μης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες· οἱ δὲ οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀλη θῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμα 69.753 θίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ ∆ε σποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικου ρίαν. Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπι στροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενη κόσι τὸ ἐνισχύεσθαι παρ' αὐτοῦ. ∆ιό φησιν· "Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ." Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρό θυμος, κ.τ.λ. (A f. 47 b) Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοί ξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν. Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μα κροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε. (A f. 48 b, B f. 2) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ' ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κή ρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐ τοῖς· ἀλλ' εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσον ται τοῦ Κριτοῦ λέγοντος· "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι," καὶ τὰ ἑξῆς. Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμε λήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ'