ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶν ἀγίων Πατέρων καταβαίνουσαν εἰς ἡμᾶς, συνάφειαν ὀνομάζουσι; Καίτοι συγχεῖ μὲν ἡ ἕνωσις οὐδαμῶς τὰ καθ' ὧν ἂν λέγοιτο, διαδείκνυσι δὲ μᾶλλον τὴν εἰς ἕν τι συνδρομὴν τῶν ἡνῶσθαι νοουμένων. Καὶ οὐχὶ πάντη τε καὶ πάντως ἓν ἂν λέγοιτο μόνως τὸ ἁπλοῦν καὶ μονοειδές, ἀλλὰ γὰρ καὶ τὰ ἐκ δυοῖν ἢ πλειόνων ἔτι καὶ ἐξ ἑτεροειδῶν συγκείμενα. ∆οκεῖ γὰρ οὕτως εὖ ἔχειν τοῖς ταῦτα σοφοῖς. Κακουργότατα τοίνυν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον διϊστάντες εἰς δύο, παραιτοῦνται μὲν τὴν ἕνωσιν, συνάφειαν δὲ ὀνομάζουσιν, ἣν ἂν ἔχοι τυχὸν καὶ ἕτερός τις πρὸς Θεόν, ὡς ἐξ ἀρετῆς καὶ ἁγιασμοῦ μονονουχὶ συνδούμενος, κατά γε τὸ ὑπό του τῶν προφητῶν ὀρθῶς εἰρημένον τοῖς ἀναπίπτουσιν εἰς τὸ ῥᾴθυμον· Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παρερχόμενον. Συνάπτοιτο δ' ἂν καὶ μαθητὴς διδασκάλῳ κατά γε τὸ φιλομαθές, καὶ ἡμεῖς ἀλλήλοις οὐ καθ' ἕνα τρόπον, ἀλλὰ πολλούς. Ἢ τάχα που καὶ ὁ τοῦδέ τινος πράγματος ὑπουργὸς οὐκ ἀσυναφὴς κατὰ τὸ ἑκούσιον νοοῖτ' ἂν εἰκότως τῷ λαβόντι πρὸς ὑπουργίαν. Ὃ δὲ μᾶλλον ἔοικεν ἡ παρὰ τῶν καινοτόμων ἡμῖν συνάφεια δηλοῦν. ∆ιεπύθου γὰρ διατεινομένων ἀμαθῶς ὅτι λαβὼν ἄνθρωπον ὡς ἕτερόν τινα παρ' ἑαυτὸν υἱὸν ὁ Θεὸς Λόγος, ὑπουργὸν ὥσπερ τινὰ τῶν ἑαυτοῦ θελημάτων ἀπέφηνεν αὐτόν, ὥστε καὶ θανάτου πεῖραν ἑλεῖν, ἀναβιῶναί τε καὶ εἰς αὐτὸν ἀνελθόντα τὸν οὐρανόν, τοῖς τῆς ἀρρήτου θεότητος ἐνιζῆσαι θάκοις. Ἦ γὰρ οὐχὶ πάντη τε καὶ πάντως διὰ τούτων τῶν λόγων ἕτερος ὢν ὁρᾶται παντελῶς παρὰ τὸν φύσει καὶ ἀληθῶς Υἱόν; {Β} Φημί. {Α} Ἐπειδὴ δὲ ἅπαξ ἐς τοῦτο κατώλισθον ἀμαθίας ὡς οἴεσθαί τε καὶ λέγειν οὐκ αὐτὸν γενέσθαι μᾶλλον καθ' ἡμᾶς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἄνθρωπον δὲ λαβεῖν, κατὰ ποῖον ἄρα νοεῖσθαι τρόπον ἐθέλουσι πρὸς ἡμῶν τὴν ἀνάληψιν; Ἆρα γὰρ ὡς προχειρισθέντα παρ' αὐτοῦ πρός γε τὸ δεῖν ἀποπερᾶναί τι τῶν κατὰ γνώμην αὐτῷ, καθάπερ ἀμέλει καὶ ἑνὸς τῶν ἁγίων προφητῶν † .... † <Οὐκ ἤμην προφήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ' αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων> 734 καὶ εἶπε Κύριος πρός με· Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ; Αἰπόλον γὰρ ὄντα, προφήτην ἐτίθει, καὶ τῶν ἑαυτοῦ θελημάτων ὑπουργὸν ἀπετέλει. {Β} Φαῖεν ἂν ἴσως οὐχ ὧδέ που πάντως γενέσθαι τὴν λῆψιν, ἀλλ' ὡς ἂν νοοῖτο πρὸς ἡμῶν τὸ Μορφὴν δούλου λαβών. {Α} Οὐκοῦν, καθ' ἕνωσιν ἀδιάσπαστον ἴδιον γεγονὸς τοῦ λαβόντος τὸ ληφθὲν νοοῖτ' ἂν εἰκότως, ὡς καὶ Θεὸν εἶναι τὸν Ἰησοῦν, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱόν, ἕνα τε καὶ μόνον, ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, γεννηθέντα μὲν θεϊκῶς πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐκ ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. Οὐ γὰρ ἦν ἑτέρου τινός, ἀλλ' αὐτοῦ γέγονεν ἡ τοῦ δούλου μορφή. {Β} Πῶς ἔφης; {Α} Ἆρα γάρ, εἰπέ μοι, τὸ τῇ φύσει δοῦλον λέγοιτ' ἂν οὐκ ἀπεοικότως μορφὴν δούλου λαβεῖν, ἢ τὸ ἐλεύθερον ἀληθῶς, καὶ τῶν τῆς δουλείας μέτρων οὐσιωδῶς ἀνωτέρω κείμενον; {Β} Τὸ ἐλεύθερον, οἶμαί που. Ὃ γὰρ ἦν φύσει, πῶς ἂν γένοιτο ἔτι; {Α} Ἄθρει δὴ οὖν ὅτι, καίτοι καθ' ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τοῖς τῆς δουλείας μέτροις ἐμβεβηκὼς κατὰ τὸ ἀνθρώπινον, προσμεμαρτύρηκεν αὐτῷ τὸ κατὰ φύσιν ἐλεύθερον ἐν τῇ τῶν διδραγμῶν συνεισφορᾷ λέγων· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ∆έχεται τοίνυν δούλου μορφήν, τὰ ἐκ τῆς κενώσεως οἰκειούμενος καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν οὐκ ἀτιμάσας; οὐ γὰρ ἦν ἑτέρως τιμῆσαι τὸ δοῦλον, εἰ μὴ γέγονεν αὐτοῦ τὸ δουλοπρεπές, ἵνα καὶ τῇ παρ' αὐτοῦ καταλαμπρύνοιτο δόξῃ. Νικᾷ δὲ τὸ προὖχον ἀεί, καὶ τὸ ἐκ τῆς δουλείας αἶσχος ὑφ' ἡμῶν ἠφανίζετο. Καθ' ἡμᾶς γὰρ γέγονεν ὁ ὑπὲρ ἡμᾶς, καὶ ἦν ἐν μέτροις τοῖς οἰκετικοῖς ὁ