πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη πληθύσιν ἐλάνθανεν οὐ θεοὺς οὐδὲ φίλους ἀλλὰ δυσμενεῖς θεραπεύουσα. Τῶν δὲ ἀφειδῶς αὐτῇ κατὰ τὸ οἰκεῖον ἀνηλεὲς ἀποκεχρημένων εἰς ἀνυπαρξίας οἰκτρῶς ἐμπεπτώκει καὶ ἀπωλείας κίνδυνον. Ἡ δὲ τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτη φιλανθρωπία καὶ τὴν αὐτουργὸν ἡμῶν ἀγαθοπρεπῶς οὐκ ἀπηνήνατο πρόνοιαν, ἀλλ' ἐν ἀληθεῖ μεθέξει τῶν καθ' ἡμᾶς γενομένη πάντων ἀναμαρτήτως καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεῖσα μετὰ τῆς τῶν οἰκείων ἀσυγχύτου καὶ ἀλωβήτου παντελῶς ἕξεως τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ὡς ὁμογενέσι λοιπὸν ἐδωρήσατο καὶ τῶν οἰκείων ἀνέδειξε μετόχους καλῶν, τῆς μὲν ἀποστατικῆς πληθύος, ὡς ἡ κρυφία παράδοσις ἔχει, τὸ καθ' ἡμῶν καταλύσασα κράτος οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσα, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον ἐν κρίσει καὶ δικαιοσύνῃ, τὰ καθ' ἡμᾶς δὲ πρὸς τοὐναντίον ἅπαν ἀγαθουργῶς μετασκευάσασα· τὸ μὲν γὰρ κατὰ νοῦν ἡμῶν ἀλαμπὲς ἐνέπλησεν ὀλβίου καὶ θειοτάτου φωτὸς καὶ τοῖς θεοειδέσιν ἐκόσμησε τὸ ἀνείδεον κάλλεσι, τὸ δὲ τῆς ψυχῆς οἰκητήριον ἐν παντελεῖ σωτηρίᾳ τῆς ὅσον οὔπω καταπεσούσης ἡμῶν οὐσίας ἐναγεστάτων παθῶν καὶ φθοροποιῶν μολυσμῶν ἠλευθέρωσεν ἀναγωγὴν ἡμῖν ὑπερκόσμιον ὑποδείξασα καὶ πολιτείαν ἔνθεον ἐν ταῖς πρὸς αὐτὴν ἡμῶν ἱεραῖς κατὰ τὸ δυνατὸν ἀφομοιώσεσιν. <12> Τὸ θεομίμητον δὲ πῶς ἂν ἡμῖν ἑτέρως ἐγγένοιτο μὴ τῆς τῶν ἱερωτάτων θεουργιῶν μνήμης ἀνανεουμένης ἀεὶ ταῖς ἱεραρχικαῖς ἱερολογίαις τε καὶ ἱερουργίαις; Τοῦτο ποιοῦμεν ὡς τὰ λόγιά φησιν εἰς τὴν αὐτῆς ἀνάμνησιν. Ἔνθεν ὁ θεῖος ἱεράρχης ἐπὶ τοῦ θείου θυσιαστηρίου καταστὰς ὑμνεῖ τὰς εἰρημένας ἱερὰς θεουργίας Ἰησοῦ τῆς θειοτάτης ἡμῶν προνοίας, ἃς ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν εὐδοκίᾳ τοῦ παναγεστάτου πατρὸς ἐν πνεύματι ἁγίῳ κατὰ τὸ λόγιον ἐτελείωσεν. Ὑμνήσας δὲ καὶ τὴν σεβασμίαν αὐτῶν καὶ νοητὴν θεωρίαν ἐν νοεροῖς ὀφθαλμοῖς ἐποπτεύσας ἐπὶ τὴν συμβολικὴν αὐτῶν ἱερουργίαν ἔρχεται καὶ τοῦτο θεοπαραδότως· ὅθεν εὐλαβῶς τε ἅμα καὶ ἱεραρχικῶς μετὰ τοὺς ἱεροὺς τῶν θεουργιῶν ὕμνους ὑπὲρ τῆς ὑπὲρ αὐτὸν ἱερουργίας ἀπολογεῖται πρότερον ἱερῶς πρὸς αὐτὸν ἀναβοῶν· Σὺ εἶπας «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν». Eἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτήσας γενέσθαι καὶ τῇ πρὸς αὐτὸν Χριστὸν ἀφομοιώσει τὰ θεῖα τελέσαι καὶ διαδοῦναι πανάγνως καὶ τοὺς τῶν ἱερῶν μεθέξοντας ἱεροπρεπῶς μετα σχεῖν ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ' ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων. Τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψας καὶ εἰς πολλὰ διελὼν καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πᾶσι καταμερίσας συμβολικῶς τὴν ἑνότητα πληθύνει καὶ διανέμει παναγεστάτην ἐν τούτοις ἱερουργίαν τελῶν. Τὸ γὰρ ἓν καὶ ἁπλοῦν καὶ κρύφιον Ἰησοῦ τοῦ θεαρχικωτάτου λόγου τῇ καθ' ἡμᾶς ἐνανθρωπήσει πρὸς τὸ σύνθετόν τε καὶ ὁρατὸν ἀναλλοιώτως ἀγαθότητι καὶ φιλανθρωπίᾳ προελήλυθε καὶ τὴν πρὸς αὐτὸν ἡμῶν ἑνοποιὸν κοινωνίαν ἀγαθουργῶς διεπραγματεύσατο τὰ καθ' ἡμᾶς ταπεινὰ τοῖς θειοτάτοις αὐτοῦ κατ' ἄκρον ἑνώσας, εἴπερ καὶ ἡμεῖς ὡς μέλη σώματι συναρμολογηθῶμεν αὐτῷ κατὰ τὸ ταὐτὸν τῆς ἀλωβήτου καὶ θείας ζωῆς καὶ μὴ τοῖς φθοροποιοῖς πάθεσι κατανεκρωθέντες ἀνάρμοστοι καὶ ἀκόλλητοι καὶ ἀσύζωοι γενώ μεθα πρὸς τὰ θεῖα μέλη καὶ ὑγιέστατα. Χρὴ γὰρ ἡμᾶς, εἰ τῆς πρὸς αὐτὸν ἐφιέμεθα κοινωνίας, εἰς τὴν θειοτάτην αὐτοῦ κατὰ σάρκα ζωὴν ἀποσκοπεῦσαι καὶ τῇ πρὸς αὐτὴν ἀφομοιώσει τῆς ἱερᾶς ἀναμαρτησίας εἰς τὴν θεοειδῆ καὶ ἀλώβητον ἕξιν ἀναδραμεῖν. Oὕτω γὰρ ἐναρμονίως ἡμῖν τὴν πρὸς τὸ ὅμοιον κοινωνίαν δωρήσεται. <13> Ταῦτα τοῖς ἱερῶς δρωμένοις ὁ ἱεράρχης ἐμφαίνει τὰ μὲν ἐγκεκαλυμμένα δῶρα πρὸς τὸ ἐμφανὲς ἄγων τὸ δὲ ἑνιαῖον αὐτῶν εἰς πολλὰ διαιρῶν καὶ τῇ τῶν διανεμομένων πρὸς τὰ ἐν οἷς γίνεται κατ' ἄκρον ἑνώσει κοινωνοὺς αὐτῶν ἀποτελῶν τοὺς μετέχοντας. ∆ιαγράφει γὰρ ἐν τούτοις αἰσθητῶς ὑπ' ὄψιν ἄγων Ἰησοῦν τὸν Χριστὸν τὴν νοητὴν ἡμῶν ὡς ἐν εἰκόσι ζωὴν ἐκ τοῦ κατὰ τὸ θεῖον κρυφίου τῇ παντελεῖ καὶ ἀσυγχύτῳ καθ' ἡμᾶς ἐνανθρωπήσει φιλανθρώπως