οὗ ἔοικε καὶ τὸ τοίνυν γενέσθαι, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀπὸ τοῦ ˉτˉοˉι συντεθειμένον καὶ τοῦ ˉνˉυˉν, ὅπερ ταὐτόν ἐστι τῷ ˉνˉυ ἀντὶ τοῦ δή. Τοῦ δὲ τοιούτου νῦν χρῆσις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «σῶσόν νυν αὐτὸν μηδ' ἔρα τοῦ πλησίον», καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «ἔρωτι μέν νυν ὅστις ἀντανίσταται πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ». (ῃ. 106) Τὸ δὲ «κήδεσι καὶ πλείοσι» δύναται καὶ ἐκ περισσοῦ ἔχειν τὸν ˉκˉαˉι σύνδεσμον. πολλαχοῦ δὲ καὶ τοῦτο γίνεται, ὡς καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὰ λαμπρὰ καὶ κατ' ὄμμα καὶ κατὰ φύσιν». ἐκεῖ γὰρ καὶ δίχα τοῦ πρώτου συνδέσμου εὐοδοῦται ὁ λόγος, νοῶν ὅτι τὰ τῇ θέᾳ λαμπρὰ καὶ κατὰ φύσιν λαμπρά εἰσι. (ῃ. 107) Τὸ δὲ «ἐκ χόλου μεταστρέψει ἦτορ» παρεγράφη ἐκ τοῦ «∆ιὸς ἐτράπετο φρήν» πλὴν ὅσον ἐκεῖ μὲν ἐκ τοῦ φιλεῖν εἰς τὸ ἔμπαλιν ἡ τροπὴ τῆς φρενός, ἐνταῦθα δὲ ἐκ χόλου εἰς φιλίαν ἡ στροφὴ τῆς ψυχῆς. Ἰστέον δὲ καὶ ὅτι τὰ μὲν τῆς βασιλικῆς λύπης, ἐν οἷς καὶ τὸ τὴν καρδίαν τῶν στηθέων ἐκθρῴσκειν, εἰς πάντα μεθελκυσθήσεται ἀγωνιῶντα, τὰ δὲ περὶ Ἕκτορος παραμυθίαν ποιήσει ἐπὶ ἐχθροῦ ἀπειλαῖς, οἷον ὅτι οὐ τῷ δεῖνι πάντα νοήματα θεὸς ἐκτελέσει, ὅσα που ἐέλπεται, ἀλλά μιν οἴω κήδεσι μοχθήσειν, εἴπερ τόδε γένηται. (ῃ. 96) Ὅτι τὸ «δραίνειν» ἀντὶ τοῦ πράττειν ἐκ τοῦ δρῶ καθ' ὁμοιότητα τοῦ ῥῶ ῥαίνω κεῖται ἐνταῦθα ἐν τῷ «ἀλλ' εἴ τι δραίνεις», ἤτοι δρᾷς ἢ δύνασαι δρᾶν. Καὶ σημείωσαι ὅτι ἐκ τούτου ἀδρανής ὁ μὴ δραίνειν δυνάμενος καὶ ἀδράνεια ἡ ἀσθένεια τοῦ δρᾶν. οἱ δὲ παλαιοὶ δραίνειν λέγουσι τὸ ἀγρυπνεῖν, ἤγουν ἀργὸν ὕπνου εἶναι καὶ βλέπειν. ∆ρῶ γὰρ τὸ βλέπω, καθὰ καὶ ἀλλαχοῦ εἴρηται. διὸ εἰπὼν ὁ ποιητής, «εἴ τι δραίνεις», ἐπάγει «ἐπεὶ οὐδέ σέ γε ὕπνος ἱκάνει». Πολλαὶ 3.26 δὲ καὶ ἄλλαι παραγωγαὶ διὰ τοῦ ˉαˉιˉνˉω ἀπὸ ῥημάτων τῶν μὲν μιᾷ συλλαβῇ διοικουμένων, τῶν δὲ πλειονοσυλλαβούντων, οἷον χῶ, τὸ χωρῶ, χαίνω, βῶ βαίνω, μῶ, τὸ ὑπὲρ τὸ δέον προθυμοῦμαι, μαίνω, ἀλῶ ἀλαίνω, τὸ πλανῶ, ἐξ οὗ καὶ Ἄλαινος, ποταμὸς ἐπὶ πολλὴν γῆν ἀλώμενος, ὀργῶ ὀργαίνω, οἷον «οὐ γὰρ ὀργαίνειν καλόν», παρὰ Σοφοκλεῖ, παρ' ᾧ καὶ τὸ «καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ' ὀργάνειας», λυσσῶ λυσσαίνω, οἷον «πατρὶ λυσσαίνων πάρει», οἰδῶ οἰδαίνω, κρούω κροαίνω, ἀπελεύσει τοῦ ˉυ. (ῃ. 97-99) Ὅτι ὁ ἐπιμελόμενος φυλακῆς νυκτερινῆς ἐρεῖ ἂν τὸ «δεῦρ' ἐς τοὺς φύλακας καταβείομεν, ὄφρα ἴδωμεν, μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσονται, αὐτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται». Ἔστι δὲ τὸ μὲν «ἀδηκότες» ἀντὶ τοῦ κορεσθέντες, ἐπεὶ καὶ ἆδος ὁ κόρος κατὰ τοὺς παλαιούς, ἢ καὶ ἄλλως ἀηδισθέντες. Ὅθεν δὲ ἡ τοιαύτη μετοχή, ἐκεῖθεν καὶ ἀδημονεῖν τὸ ἀλύειν καὶ ἀμηχανεῖν. Τὸ δὲ ὕπνῳ ἀντὶ τοῦ ἀγρυπνίᾳ. πλὴν οὐχ' ἁπλῶς οὕτως ὕπνον τὴν ἀγρυπνίαν νοητέον, ἀνόητον γὰρ τοῦτό γε, ἀλλὰ τὸν μὴ παρόντα ὕπνον εἰς ἀγρυπνίαν ληπτέον. διάκειται γάρ τις ἀηδῶς ὕπνῳ, οὐ τῷ παρόντι, ἀλλὰ τῷ ἀπόντι. Οὕτω καὶ ναῦς ποτε λέγεται διὰ κυβερνήτην ὄλλυσθαι, ἀπόντα δηλαδή. (ῃ. 99-101) Ὅτι Τρῶες μὲν ἀγρυπνοῦσι, μὴ καὶ νύκτωρ φύγωσιν οἱ Ἀχαιοί, αὐτοὶ δὲ ἄϋπνοι μένουσι «μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι» οἱ Τρῶες. οὕτω δεινὸν ἡ τοῦ μέλλοντος ἄγνοια. (ῃ. 108) Ὅτι χρήσιμον ἐπὶ φιλικῇ συμπνοίᾳ ῥηθῆναι τὸ «σοὶ δὲ μάλα ἐφέψομαι ἐγώ, ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους», ἤγουν πρὸς ἡμῖν ὀτρυνοῦμεν καὶ ἑτέρους. (ῃ. 111) Ὅτι καὶ ἐν τῷ «ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν», ἤγουν τὸν Αἴαντα καὶ τὸν Ἰδομενέα, ἢ παρακελευσματικόν ἐστι τὸ ˉεˉι, οἷον «ἀλλ' ἄγε τις καὶ τούσδε καλεσάτω», ἢ ἔλλειψιν ἔπαθεν, ὡς εἴπερ ἔφη· ἤθελον εἴ τις καὶ τούτους ἐκάλεσεν. (ῃ. 112 ς.) Ὅτι τὸν μὲν Λοκρὸν Αἴαντα ταχὺν πολλαχοῦ λέγει, τὸν δὲ Σαλαμίνιον ἀντίθεον, καὶ ὅτι αἱ νῆες τοῦ μεγάλου Αἴαντος καὶ τοῦ Ἰδομενέως ἐν ἄκρῳ ἦσαν καί, ὡς ὁ ποιητὴς λέγει, ἑκαστάτω τοῦ μέσου. ∆ιὸ καὶ ὁ Σοφοκλῆς περὶ Αἴαντός φησι, ὅτι ἐσχάτην εἶχε τάξιν, ὡς ἀνδρεῖος, καθὰ καὶ ὁ Ἀχιλλεὺς 3.27 ἑτέρωθεν. Ἰστέον δὲ ὅτι ἔοικεν ἐκ τοῦ ἑκάς, ὃ δηλοῖ τὸ πόρρω, γίνεσθαι ἕκαστον τὸ πορρώτατον, ἀπ' αὐτοῦ δὲ τὸ ἑκαστάτω ἀντὶ τοῦ πορρωτάτω, ὅπερ ἐφερμηνεύων ὁ