12
ἔστησε καὶ φρουρούς. μάλιστα δὲ περὶ ταῦτα συνέτεινεν ἡ βασιλὶς Εἰρήνη, ἀρρενοπώτερον τὸ ἦθος ἔχουσα καὶ τοῖς πᾶσι βα σιλικώτερον ἐντυγχάνουσα.
24 Εἰς συνθήκας δ' ἐθελήσαντες οἱ Ἰταλοὶ ἐλθεῖν ἀπέλυσαν πρὸς τὸν βασιλέα καὶ τὸ τῶν Πηγῶν ἄστυ. καὶ οὕτω δὴ μετ' αὐτῶν ὁ βασιλεὺς εἰρήνευσε, πάντων τῶν πρὸς νότον ὑποχωρη σάντων αὐτῷ Λατίνων, ἔτι δὲ κρατούντων τὰ πρὸς βορρᾶν, τὰ πλησίον τῆς Κωνσταντίνου καὶ τῇ Νικομήδους πόλει ἐγγίζοντα. Οἱ δὲ τῆς Ἀδριανουπόλεως οἰκήτορες πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλαντο, ὅπως ἀποστείλῃ πρὸς αὐτοὺς στρά τευμα καὶ τῆς Ἰταλῶν ἐλευθερώσῃ χειρός. ὁ δὲ τὸν πρω τοβεστιάριον Ἰσῆν, στράτευμα δοὺς αὐτῷ, ἐξαπέστειλε· συνῆν δὲ αὐτῷ καὶ ὁ Καμύτζης Ἰωάννης. οἳ καὶ διαπε ράσαντες τὸν Ἑλλήσποντον καὶ διὰ τῆς Μακεδονίας διελ θόντες εἰς Ἀδριανοῦ ἀφίκοντο. ἐντὸς δὲ γενόμενοι τῆς πόλεως διῆγον ἐκεῖσε. ἐλπὶς δὲ ἦν τῷ βασιλεῖ Ἰωάννῃ διὰ ταῦτα καὶ τῶν πέριξ ἐγκρατῆ γενέσθαι. ἀλλ' ὁ Κομνηνὸς Θεόδωρος, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, τῶν ἐγγὺς πάντων γενόμενος ἐγκρατής, ἄνευ μέντοι τοῦ τῆς Ῥοδόπης ὄρους, ὅπερ καὶ Ἀχριδὸς ὠνόμασται, καὶ τῶν ἐν τούτῳ ἄστεων καὶ τοῦ Μελενίκου-τούτων γὰρ ἦρχεν ὁ Σθλάβος, προσ γενὴς ὢν τοῦ βασιλέως Ἀσὰν καὶ δεσπότης τετιμημένος ὑπὸ τοῦ βασιλέως Κωνσταντινουπόλεως Ἐρρῆ, οὗ καὶ τὴν ἐκ παλλακῆς θυγατέρα ἠγάγετο εἰς γυναῖκα. οὗτος ὁ Σθλάβος φρούριον τὸν Μελενίκον εὑρὼν ὀχυρὸν αὐτοκρατὴς ἦν, μη δενὶ τῶν πέριξ ἀρχόντων ὑποπεσών. ἐνίοτε μὲν γὰρ Ἰτα λοῖς συνεμάχει, ἐνίοτε Βουλγάροις, ἐνίοτε δὲ καὶ τῷ Κομνηνῷ Θεοδώρῳ. τούτῳ συνεζύγη μετὰ θάνατον τῆς αὐτοῦ γαμε τῆς ἡ τοῦ Πετραλίφα θυγάτηρ, τοῦ γυναικαδέλφου τοῦ Κομνηνοῦ Θεοδώρου. ἐπεὶ γοῦν Μοσυνόπολις καὶ Ξάνθεια καὶ ἡ Γρατζιανοὺς αὐτὴ ὑπὸ τοῦτον ἐτέλει, τὸ τῆς Σταγεί ρας ὑπερβὰς ὄρος, ὃ δὴ Μάκρην ὀνομάζουσιν οἱ πολλοί, τὰ ἐκεῖθεν τοῦ Ἕβρου κατέδραμεν, ἄνετα εὑρὼν πάντα, περὶ τὸ ∆ιδυμότοιχον γεγονὼς ἐν οὐ πολλῷ χρόνῳ βασιλεὺς ἐπεφημίζετο τούτων. ἀφικόμενος δὲ καὶ περὶ τὴν Ἀδριανοῦ καὶ εὑρὼν τὸ στράτευμα τοῦ βασιλέως Ἰωάννου καὶ ἀπατηλοῖς λόγοις τοὺς οἰκήτορας ὑπελθών, ὡς πλουτίσειε τούτους ἄκρως καὶ τῶν ἄλλων Ῥωμαίων ὑπερυψώσειε, πείθει τὸ μὲν τοῦ βασιλέως ἐξαγαγεῖν στράτευμα, αὐτὸν δὲ εἰσαγαγεῖν. εἰσάγεται οὖν ἐπὶ ὅρκοις τοῦ μή τινα τούτων παθεῖν τι δεινόν. ἐξελθόντες οὖν ὁ μὲν πρωτοστράτωρ οὐδὲ ὅλως τὸν Κομνηνὸν Θεόδωρον τεθέαται- τοῦτο γὰρ δὴ αὐτοῖς συμπεφώνηται-ὁ δὲ Καμύτζης συντυχὼν αὐτῷ οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ὡς βασιλέα προσεκύνησεν· εἰς ὃ βαρυθυμήσας ὁ Κομνηνὸς μικροῦ ἂν καὶ πληγὰς ἐπέθετο τούτῳ. διὸ ἐτιμήθη παρὰ τοῦ βασιλέως μέγας ἑταιρειάρχης ὁ Καμύτζης. ὁ οὖν Κομνηνὸς καὶ τῆς Ἀδρια νοῦ ἐγκρατὴς γεγονὼς πολλὰ παρέσχε τοῖς Ἰταλοῖς πράγματα. κατέδραμε γὰρ πάντα τὰ ὑπ' ἐκείνων κρατούμενα καὶ μέχρι καὶ αὐτῆς τῆς Βιζύης γενόμενος τὸ ἔξω κατέσχε τοῦ ἄστεος, καὶ μέχρι τῶν πυλῶν τῆς Κωνσταντίνου κατήντησε. τότε καὶ ὁ Ἀσὲλ δε Κάε, ὃς τῇ θυγατρὶ τοῦ βασιλέως Θεοδώρου τοῦ Λασκάρεως συνεζύγη, ὑπό τινος τῶν τοῦ Κομνηνοῦ Θεοδώρου δόρατι ἐπλήγη τὸν τράχηλον· καὶ τεθεράπευτο, καὶ ἦν τὸ ἀπὸ τοῦδε τραχυτέρα αὐτοῦ ἡ φωνή.
25 Ὁ δὲ Κομνηνὸς Θεόδωρος εἰς σπονδὰς συνῆλθε τῷ τῶν Βουλγάρων βασιλεῖ Ἰωάννῃ τῷ Ἀσάν, τὴν θυγατέρα αὐτοῦ Μαρίαν προσλαβόμενος ἐπὶ τῷ ἀδελφῷ τούτου Μα νουήλ. εἶτα διαλύσας ταῦτα κατὰ Βουλγάρων χωρεῖ. παρα μείψας οὖν τὴν Ἀδριανοῦ περὶ τὰ ἄνω τοῦ Ἕβρου τὴν πορείαν ἐποιεῖτο, ζητῶν μετὰ Βουλγάρων συρρῆξαι πόλεμον. καὶ ἐδόκει ὡς οἱ Βούλγαροι ὑποπτήξαντες οὐδὲ τὴν ὁρμὴν τῆς στρατιᾶς αὐτοῦ ὑποσταῖεν. ἀλλ' ὁ Ἀσὰν ταῖς ἐπιορ κίαις τούτου τεθαρρηκὼς ὀλίγον συμμαχικὸν ἀπὸ Σκυθῶν εἰληφὼς ἐν τῇ σημαίᾳ τὸν ἔγγραφον ὅρκον τούτου ἀπαιω ρήσας-καὶ περί που τὸν παρέβριον τόπον, ὃν Κλοκοτι νίτζαν