γέγονεν δὲ ἀπὸ τοῦ δώσω μέλλοντος δωσίνη, καὶ τροπῇ τοῦ σ εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται τρίτου προσώπου δοτὸς, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο, καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη. 9∆ωτὴρ9 καὶ 9∆ωτῆρεσ9: Ἀπὸ τοῦ δοτὴρ, τοῦ διὰ τοῦ ο μι κροῦ ἐκταθέντος εἰς ω μέγα, δωτῆρες διὰ τοῦ ω, ὥσπερ τὸ ποιητῇ θεοὶ δωτῆρες ἐάων. 9∆ιώνυσοσ9: Κατ' ἔκτασιν τοῦ ο εἰς ω γίνεται ∆ιώνυσος διὰ τοῦ ω, ὥσπερ δότης διὰ τοῦ ο, καὶ κατ' ἔκτασιν γέγονεν δώτης διὰ τοῦ ω· οἷον, δώτη μέν τις ἔδωκεν. 9∆ίς· Τρίς· Τετράκισ9: Καὶ τὰ ἑξῆς· ἐπιῤῥήματα ἀριθμη τικὰ διὰ τοῦ ι πάντα. 9∆ιφᾶν9: Ὅ ἐστι ψηλαφᾶν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἀφῆ καὶ τῆς διὰ προθέσεως γίνεται διαφῶ, διαφᾶς, καὶ πάλιν τὸ ἀπαρέμφατον διαφᾶν, ὥσπερ βοᾶν, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν. 9∆ῖοσ9: Τὸ δὲ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ Χῖος γίνε ται Χίϊος, οὕτως καὶ ἀπὸ τοῦ δῖος γίνεται δίϊος, καὶ κατὰ κρά σιν τῶν β ιι εἰς ἓν ι μακρὸν δῖος, ὥσπερ, ὡς εἴρηται, ἀπὸ τοῦ Χίϊος, Χῖος· καὶ ἄλλως· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος παραγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν, μήτε μετουσιαστικὰ ὄντα, διὰ τοῦ ι γράφεται· οἷον, Φρὺξ, Φρύγιος· 192 Κὰρ, Κάριος· Τρὼς, Τρώϊος· Στὺξ, Στύγιος· οὕτως καὶ Ζεὺς, ∆ιὸς, ∆ίϊος, δῖος· Ἰστέον, ὅτι τὸ Χῖος, καὶ δῖος, διὰ τοῦ ι γράφεται· τὸ δὲ θεῖος, καὶ Κεῖος, διὰ διφθόγγου· ἀμφότερα δέ ἐστιν κτητικὰ δισύλλαβα· γίνεται δὲ ἐκ τοῦ θεὸς, θέϊος, καὶ θεῖος· καὶ τὸ Κεῖος ἀπὸ τοῦ Κέως, ὅ ἐστιν ὄνομα πόλεως· Κέϊος, καὶ κατὰ κρᾶσιν Κεῖος. 9∆ιώρησ9: Ἔστιν δὲ ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον· γέγονεν δὲ, ἢ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ ὁρῶ, διαόρης, καὶ κατ' ἔκτασιν τοῦ ο εἰς ω, διαώρης, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρὸν, ∆ιώρης. 9∆ελφίσ9: ι· τὰ γὰρ δικατάληκτα πάντα διὰ τοῦ ι γράφε ται· οἷον, Τέλχις, καὶ τὰ ὅμοια. 9∆ίασ9: ∆ιὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς ∆ιὸς γενι κῆς γίνεται ∆ιΐας, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, ∆ίας. 9∆ίφιλοσ9: ι· ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτως καὶ παρὰ τὴν ∆ιῒ ∆ιίφιλος, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, ∆ίφιλος. 9∆ιπολεῖα9: Τὸ δι ι κατὰ τὴν ἀρχὴν, παρὰ τὴν ∆ιῒ δοτι κήν· κατὰ δὲ τὴν παραλήγουσαν, διὰ τῆς ει διφθόγγου· ἐπειδὴ τὸ πολεῖον ἐστὶν ἡ εὐθεῖα ἡ ἑνική· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· ἐμάθομεν γὰρ ἐν τῇ τοῦ βαλανείου δοτικῇ, ὅτι τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τῆς διφθόγγου γράφεται· οἷον, μαγει ρεῖον· ἰατρεῖον· ὀρφανοτροφεῖον· ἰχθυοτροφεῖον· ἰαμβεῖον· βα λανεῖον· οὕτως οὖν καὶ διπολεῖον, διὰ τῆς ει διφθόγγου· ἐκεῖθεν δὲ γίνεται ∆ιπολεῖα· ∆ιπολεῖα δέ ἐστιν ἑορτὴ ἐπιτελουμένη ∆ιῒ Πολειαίω, ἡ ἐν τῇ ἀκροπόλει τιμωμένη. 9∆ιπετήσ9: Σημαίνει δὲ τὸ διαυγές· διὰ τοῦ ι γράφεται· παρὰ τὴν ∆ιῒ δοτικὴν γεγονὸς καὶ τὸ πεσεῖν, οἱονεὶ ὁ ἐκ τοῦ ∆ιὸς πεπτωκώς· εἰώθασιν δὲ καλεῖν διηπετῆ τὸν Νεῖλον καὶ τὸν Ξάνθον· οἷον, 193 ἐπειδὴ διαυγέστατον ὕδωρ ἔχουσιν· καὶ τὸν ἀέρα δὲ διηπετῆ εἰώθασιν καλεῖν· οἷον, λαμπρότερον καὶ διιπτέστερον. 9∆ιπλασίων9: ∆ιὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς ∆ιὸς γίνεται ∆ιῒ, ∆ιΐων, διὰ τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ διπλα σίως, διπλασίων, διὰ τοῦ ι· καὶ ἄλλως κατὰ τὸν κάνονα τοῦ γλυκίων. 9∆ηΐων9: ∆ιὰ τοῦ ι τὸ δεύτερον· γέγονεν δὲ ἀπὸ τοῦ δήϊος, δηΐων, τῷ λόγῳ τῶν δισυλλάβων συγκριτικῶν, καθώσπερ τὸ γλυκίων. 9∆ανείζω9: ∆ιὰ τῆς ει διφθόγγου· καί ἐστιν εἰπεῖν ὅτι ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, οὕτως καὶ ἀπὸ τοῦ δάνειον δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω. 9∆αρεικόσ9: ∆ίφθογγος· καὶ γὰρ ἀπὸ τοῦ ∆αρεῖος γέγονεν ∆αρειακὸς, καὶ κατὰ συγκοπὴν τοῦ α ∆αρεικὸς διὰ τῆς ει διφθόγγου. 9∆άνειον9: ∆ίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος δισυλλάβων οὐδετέρων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, γένος, γένειον· βρένθος, βρένθειον· ἔστιν δὲ εἶδος πολυτελοῦς μύρου· οὕτως καὶ δάνος, δάνειον· χωρὶς τοῦ ἰσχνὸς, ἰσχνίον. 9∆είδω9: Σημαίνει δὲ τὸ φοβοῦμαι· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέος γέγονεν δέω, καὶ κατὰ πλεο νασμὸν τοῦ ι δείω, καὶ κατ' ἐπέκτασιν τοῦ δ δείδω.