Ὥρα, ὁ καιρὸς καὶ τῶν παρ' 211 αὐτοῦ Ὧρος, ὁ χρόνος. ὥριμος. Ὥρα, ἡ εὐμορφία. καὶ τῶν ἐξ αὐτοῦ. ὡραῖος. ὡραΐζω. Ὡρακίζω, τὸ ὠχριῶ. καὶ ὡρακίω, τὸ αὐτό. Ὡρικὸς βοῦς, ὁ ὡραῖος. καὶ τῶν παρὰ τὸ Ὥρα, ἡ φροντίς. Ὡρῶ, τὸ φυλάσσω. ὡρεῖον. Ὧδε, ἀντὶ τοῦ κατὰ τοιοῦτον τὸν τρόπον. καὶ Ὡδὶ, τὸ αὐτό. πρόσκειται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὸ ᾧ, ἀντὶ τοῦ ᾧτινι, ὑποτακτικὸν ἄρθρον πτώσεως δοτικῆς τῶν ἑνικῶν. καὶ ᾧ, τῷ ἰδίῳ. ὧν, ἀντὶ τοῦ ὧντινων, ἐπὶ γενικῆς τῶν πληθυν τικῶν. καὶ ὧν, τῶν ἰδίων. τὸ μέντοι Ὢ, σχετλιαστικὸν ἐπίῤ ῥημα, καὶ ὦ τῆς κλητικῆς, καὶ ὦ ῥῆμα ὑποτακτικὸν, ἀντὶ τοῦ ὑπάρχω. καὶ ὢν, ὁ ὑπάρχων, ψιλοῦται. {1Καθολικοὶ κανόνες περὶ πνευμάτων.}1 Πᾶν φωνῆεν εἰς Ρ λῆγον, ἐπιφερομένου συμφώνου δασέος, ψιλοῦται. οἷον ἀρχή. ἔρχομαι. ὀρφανός. ὀρθός. καὶ τὰ ὅμοια. διὸ καὶ οἱ Αἰολεῖς, ὡς εἴρηται, τὸ ρχας ψιλοῦσιν. Πᾶν φωνῆεν πρὸ δασέος ψιλοῦται. ὄφις. ἔθνος. ἔφεσις. ἴχνος. ἦχος. ἦθος. πλὴν τοῦ ἁφή. ὅθεν καὶ Ἥφαιστος, τὸ πὺρ, ἀλληγορικῶς, ἀπὸ τοῦ τὴν ἁφὴν αἴθειν. τὸ δὲ Ἧχι, ἀντὶ τοῦ ὅπου, κατ' ἐπέκτασίν ἐστι τῆς χι συλλαβῆς.
ΠΕΡΙ ΥΠΑΡΚΤΙΚΩΝ ΡΗΜΑΤΩΝ.
1 Τὰ ὑπαρκτικὰ ῥήματα ψιλοῦνται. οἷον Εἰμὶ, τὸ ὑπάρχω. Ἦν, ἀντὶ τοῦ
ὑπῆρχε, τρίτον πρόσωπον. καὶ Ἦν, ἀντὶ τοῦ ὑπῆρχον ἐγώ. ὡς τὸ παρ' Εὐριπίδῃ, Νεώτατος δ' ἦν Πριαμιδῶν. λέγει δὲ περὶ ἑαυτοῦ τοῦτο ὁ Πολύδωρος. Εἴην, ἀντὶ τοῦ ὑπάρχοιμι, εὐκτικὸν, ἐὰν ὦ ὑποτακτικὸν, καὶ πάντα τὰ πρόσωπα τούτου καὶ αἱ μετοχαὶ, ὢν, οὖσα, ὄν.
ΠΕΡΙ ΑΡΘΡΩΝ.
1 Πᾶν ἄρθρον προτακτικὸν, ἢ ὑποτακτικὸν, ἀπὸ φω νήεντος ἀρχόμενον,
δασύνεται. προτακτικὸν μὲν, οἷον, ὁ, οἱ, ἡ, αἱ, ὑποτακτικὸν δὲ ὃς, ἀντὶ τοῦ ὅστις. οὗ, ᾧ, ὧν. δυϊκὰ, ὣ, οἷν. πληθυντικὰ, οἳ, ὧν, οἷς, οὕς, θηλυκὰ, ἣ, ἀντὶ τοῦ ἥτις. ἧς, ᾗ, ἥν. δυϊκὰ, ἃ, αἷν. πληθυντικὰ, αἳ, ὧν, αἷς, ἅς. οὐδέτερα, ὃ, οὖ, ᾧ, ὅ. δυϊκὰ, ὣ, οἷν. πλη θυντικὰ, ἃ, ὧν, οἷς, ἅ. τὸ δὲ ὦ τῆς κλητικῆς ψιλούμενον 212 πολλαχῶς ἐλέγχεται μὴ εἶναι ἄρθρον, ἀλλὰ κλητικὸν ἐπίῤ ῥημα. πρῶτον μὲν, ὅτι πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχό μενον δασύνεσθαι θέλει· τοῦτο δὲ ψιλοῦται. δεύτερον, ὅτι πᾶν ἄρθρον προτακτικὸν ἢ πνεῦμα ἢ τόνον ἐπιδέχεται· τοῦτο δὲ καὶ ἀμφότερα. τρίτον, ὅτι πᾶν ἄρθρον διαλλάτ τειν θέλει ἐν τοῖς τρισὶ γένεσι καὶ ἐν τοῖς τρισὶν ἀριθμοῖς· ἐν μέντοι τρισὶ γένεσιν, οἷον ὁ αἴας, ἡ μοῦσα, τὸ βῆμα· ἐν δὲ τοῖς τρισὶν ἀριθμοῖς, οἷον ὁ αἴας, τὼ αἴαντε, οἱ αἴαντες, ἡ μοῦσα, τὰ μούσα, αἱ μοῦσαι, τὸ βῆμα, τὼ βήματε, τὰ βήματα· τοῦτο δὲ οὐ διαλλάσσουσιν, οὔτε ἐν τοῖς τρισὶ γένεσι, οὔτε ἐν τοῖς τρισὶν ἀριθμοῖς. τέταρτον, ὅτι πᾶν ἄρθρον πρώτου προσώπου θέλει εἶναι ἢ τρίτου, οὐχὶ δευτέρου· τοῦτο δὲ δευτέρου προσώπου ἐστί. πέμπτον, ὅτι πᾶν ἄρθρον φανερὸν θέλει σημαίνειν καὶ πρόδηλον ἀριθμόν. ἕκτον, ὅτι οὐ φυλάττει τὸν κανόνα τὸν λέγοντα, πᾶσα κλητικὴ τὸν ἴσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐ θείας, ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· τοῦτο γὰρ μεῖζον ἐστὶ τῆς ἰδίας εὐθείας.
ΠΕΡΙ ΑΝΤΩΝΥΜΙΩΝ.