ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἀφήσωμεν νὰ ἐπάρωσι τοιοῦτον κάστρον εἰς τὴν μέσην τοῦ τόπου μας. ∆ιὰ τοῦτο ἀ πήλθομεν ἐκεῖ· καὶ ἐξετάσαντες τὸ πρᾶγμα, ἐστήσαμεν νὰ μηδὲν γένη ται. Καὶ ἰδού, ὡς βλέπεις, ἐσηκώθημεν καὶ ἤλθομεν εἰς τὸ ὁσπίτιον ἡ μῶν· εἰς ὀλίγας οὖν ἡμέρας ἔχω σκοπὸν νὰ στέλλω τοῦτον δὴ τὸν ἄρ χοντα εἰς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν, δεικνὺς ἐμέ, καὶ θέλει δηλώσειν καὶ τοὺς πλείονας ἡμῶν λόγους. Ὁ δὲ Τοῦρκος ἀκούσας τούτους λόγους, ἔτι δὲ καὶ φιλοφρονηθεὶς καλῶς, ἀπῆλθε χαίρων. 19.6 Ἐκείνου δὲ ἀπελθόντος, ὥρισεν ἐμέ· Ἰδοὺ προετοίμαζε τὰ πρὸς χρείαν τῆς ὁδοῦ, μὴ εἰδότος μου πρότερον τὸ τυχόν. Ἐγὼ δ' ἀνέφερον αὐτῷ ὅτι μόνον νὰ δώσῃ ὁ θεὸς νὰ μηδὲν ἔλθῃ ὁ μητροπολίτης καὶ νὰ δώσουν ἡμᾶς τὸ κάστρον, καὶ ἐγὼ νὰ ἀῤῥωσθῶ τί ποτε πλέον· ἀμὴ πάντα θέλω τὰ ἕξειν ἕτοιμα εἰς ἐκπλήρωσιν τῆς ἀποδοχῆς σου. 19.7 Τῆς δὲ προθεσμίας ἐλθούσης καὶ τοῦ μητροπολίτου οὐκ ἐλθόντος, τῇ α-ῃ τοῦ Ἰουνίου μηνὸς τοῦ αὐτοῦ ἔτους, καβαλλικεύσαντες ἀπερχόμε θα εἰς τὴν Πάτραν. Ἐν αὐταῖς οὖν ἡμέραις καὶ ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς τὸ τοῦ πρίγκιπος κεντυρίωνος κάστρον τὴν Χαλαντρίτζαν τοῦ καὶ μετέπειτα γεγονότος πενθεροῦ αὐτοῦ ἐπολιόρκει. Ὡς δὲ διήρχετο ὁ αὐθέντης μου καὶ οἱ ἀδελφοὶ αὐτοῦ τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πά τραν, κατελθὼν καὶ οὗτος δὴ ὁ ἀδελφὸς αὐτοῦ ἔμειναν ὁμοῦ εἰς τὴν Κα μενίτζαν. 19.8 Ὡς δὲ ἔμαθε τοῦτο καὶ ὁ εἰς τὴν Χαλαντρίτζαν τοῦ πρίγκιπος εὑρισκόμενος ἄρχων, ὁ Ἰωαννοῦτζος Μπαλότας, αἰτήσας ἀφίρωσιν, ἵνα ἔλθῃ καὶ προσκυνήσῃ ἀμφοτέρους τοὺς αὐθέντας· ἦλθε· καὶ ἐξελθόντος εὐθὺς ἐκβαλὼν τὰς τοῦ κάστρου κλεῖς δέδωκε ταύτας τῷ αὐθέντῃ μου τῷ δεσπότῃ, εἰπών· Τοῦτο ἔνι κάστρον ἰδίως τοῦ αὐθέντη μου καὶ συγγάμ βρου τῆς βασιλείας σου· καὶ γὰρ ὁ τοῦ πρίγκιπος υἱὸς προαπῆρεν εἰς νόμιμον γυναῖκα τὴν ἀδελφὴν τῆς βασιλίσσης κυρᾶς Θεοδώρας· καὶ ὥρισέ μοι, ἵνα παραδώσω τοῦτο αὐτήν. Ὁ δὲ ἀπεκρίθη αὐτῷ· Οὕτως ἔχει, ὅτι συγγενοῦς μοῦ ἐστιν ὁ τόπος, ἀλλ' οὐ γνησιεστέρου τοῦ ἀδελ φοῦ μου· λοιπὸν προγενέστερον ἂν εἶχε ποιήσειν τοῦτο καὶ ὁ ἀδελφός μου, ὡς εἰς ἐμόν, οὐδὲν ἤθελεν ἐπιχειρήσειν τι, καὶ ἐγὼ εἰρηνικῶς ἤθελα εἴχειν αὐτὸ καὶ ὁ αὐθέντης σου ἀλλοτρόπως· ἀμὴ νῦν ἂν τὸ ἐπάρω, ἀναγ κάζει νὰ διαφερώμεθα μετὰ τὸν ἀδελφόν μου· καὶ οὐδὲν τυχένει διὰ πολύ τι, πολλῷ μᾶλλον διὰ τοσοῦτον· ἀλλ' ἄπελθε ἐν αὐτῷ καί, ὡς δύνασαι, ποίει. 19.9 Ὡς δὲ ταῦτα ἤκουσεν, ἐζήτησεν, ἵνα καλῶς ἐμβῇ εἰς τὸ κάστρον αὑτοῦ. Ὡρίσθην δ' ἐγὼ καὶ ἀπῆρα αὐτὸν μετὰ στρατιωτῶν καὶ ἀπερ χόμην. Καὶ περὶ τὸ κάστρον εὑρεθεὶς Ῥαοὺλ ὁ Θωμᾶς ἐνόμισεν εὐκό λον εἶναι, ἵνα ἐπάρῃ αὐτὸν ἀπ' ἐμοῦ. Καὶ εἰς κίνδυνον ἦλθε τοῦ γενέσ θαι μέσον τῶν ἀδελφῶν μέγα τι μάχιμον καὶ λυπηρόν, ὅμως οὖν θεοῦ εὐ δοκήσαντος, ἐκεῖνον μὲν καλῶς ἀπεκατέστησα εἰς τὸ κάστρον αὐτοῦ καὶ ἐγὼ καλῶς ἐπιστρέψας εὗρον τὸν αὐθέντην μου ἐν τῷ τοῦ ἁγίου Ἀν δρέου τοῦ πρωτοκλήτου ναῷ καὶ τάφῳ ἀποσωθέντα τῇ δ-ῃ τοῦ Ἰουνίου ἀργά. 19.10 Τῇ δὲ ε-ῃ πρωῒ τοῦ αὐτοῦ, ἡμέρᾳ τῆς ἑβδομάδος α-ῃ, ἐξελθόν τες οἱ τοῦ κάστρου ἔκκριτοι καὶ πᾶς ὁ λαὸς καὶ ἐλθόντες μέχρι καὶ τοῦ ῥηθέντος ναοῦ τοῦ ἁγίου, τῷ δεσπότῃ καὶ αὐθέντῃ μου προσεκύνησαν καὶ τὰς κλεῖς τοῦ κάστρου δεδώκασι. Καὶ καβαλλικεύσαντες μετὰ πλείσ της ὅτι χαρᾶς καὶ τοῦ ἑνὸς μέρους καὶ τοῦ ἄλλου, ἐσέβημεν εἰς τὸ κάστρον καὶ μέχρι τῶν εἰς τὸν ναὸν τοῦ ἁγίου Νικολάου ὁσπιτίων ἀ πήλθομεν, τῆς μὲν ὁδοῦ πάσης κατεστρωμένης πάντων ἀνθέων καὶ εὐκοσ μίας καὶ ἀπὸ τὰ ἐκ δεξιῶν καὶ ἀριστερῶν ὁσπίτια πάντων ῥαινομένων διὰ ῥοδοσταγμάτων καὶ ῥόδων καὶ τριακονταφύλλων, ἀπὸ δ' ἄνωθεν τοῦ κουλᾶ διὰ σκευῶν καὶ τζαγρῶν κακῶς δεξιουμένων ἡμῶν, εἰ καὶ οὐδέν τι ἔβλαψαν· οἱ γὰρ τοῦ μητροπολίτου κρατήσαντες τὸν κουλᾶν, ἔτι δὲ καὶ τὰ αὐθεντικὰ πλησίον αὐτοῦ ὁσπίτια καὶ σιταρχήσαντες καὶ ἀφιρώ σαντες, κατέσχον ἐλπίζοντες [ὅτι] ἐλθόντος τοῦ μητροπολίτου διὰ τούτου ἕξειν πάλιν, ἅπερ καὶ πρότερον εἶχον. 19.11 Ἡμῶν δὲ ἐπὶ τὴν αὔριον συναχθέντων ἐν τῷ τοῦ ἁγίου Νικο λάου ναῷ καὶ παντὸς τοῦ τῆς χώρας λαοῦ, δεδώκασι ὅρκον, ὅτι