12
ὡς δὲ ἔληξε τὸ ὕδωρ, ἡ κιβωτὸς ἱδρύθη ἐπὶ τὰ ὄρη Ἀραράτ, ἅτινα ἴσμεν ἐν Παρθίᾳ, τινὲς δὲ ἐν Κελαιναῖς τῆς Φρυγίας εἶναί φασιν· εἶδον δὲ τὸν τόπον ἑκάτερον. ἐπεκράτησε δὲ ὁ κατακλυσμὸς ἐνιαυτόν· καὶ τότε ἐξηράνθη ἡ γῆ. οἱ δὲ ἐξῆλθον τῆς κιβωτοῦ κατὰ συζυγίας, ὡς ἔστιν εὑρεῖν, καὶ οὐχ ὃν εἰσῆλθον τρόπον κατὰ γένη, εὐλογοῦνταί τε πρὸς τοῦ θεοῦ. τούτων μὲν οὖν ἕκαστον τῶν διαφερόντων τι σημαίνει. Τῷ βς ςʹ ἔτει τοῦ κόσμου Λάμεχ ἐτελεύτησεν. Τῷ βσκηʹ ἔτει Σὴμ ἔλαβε γυναῖκα ἑαυτῷ. Τῷ βσλγʹ Χὰμ ἔλαβεν ἑαυτῷ γυναῖκα. Τῷ βσλ ςʹ Μαθουσάλα ἐτελεύτησεν. Τῷ βσλζʹ Ἰάφεθ ἔλαβεν ἑαυτῷ γυναῖκα. ἡ κιβωτὸς ἐπληρώθη τῷ βσμαʹ ἔτει τοῦ κόσμου. Τούτῳ τῷ βσμαʹ ἔτει ὄντι ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς ὅλης κοσμογονίας, φʹ δὲ καὶ ζθʹ τῆς ζωῆς Νῶε τοῦ δικαίου, ἐτελειώθη ἡ κιβωτὸς ἐν ὅλοις ἔτεσιν ρʹ κατασκευασθεῖσα ὑπ' αὐτοῦ θείῳ προστάγματι, περὶ ἧς μόνος πρὸ πάντων ἀνθρώπων ὁ θεόπτης Μωυσῆς ἐκ θεοῦ μυηθεὶς ἀκριβῶς ἔγραψε τήν τε ἡμέραν τοῦ μηνὸς καὶ ἐνιαυτοῦ καθ' ὃν εἰσελθὼν Νῶε ἐν αὐτῇ πανοικί, σὺν πάσῃ γενέσει τῶν ζῴων, μόνος σὺν τοῖς μετ' αὐτοῦ διεσώθη, ὡς μόνος εὐαρεστῶν τῷ θεῷ ἐν τῇ γενεᾷ αὐτοῦ· τοῦτ' ἔστι τῷ βσμβʹ ἔτει τοῦ κόσμου, χʹ δὲ τῆς ζωῆς Νῶε, τῇ κζʹ τοῦ βʹ μηνὸς Ἴαρ παρ' Ἑβραίοις καλουμένου, παρὰ δὲ Αἰγυπτίοις Παχὼν κεʹ, ἤτοι τοῦ παρὰ Ῥωμαίοις Μαΐου κʹ ἡμέρᾳ, αʹ τῆς ἑβδομάδος, ὥς τισιν ἔδοξε, σελή νης δὲ κζʹ. ἐν ᾗ ἔκλεισεν ὁ θεὸς τὴν κιβωτὸν ἔξωθεν, ὡς τὰ ἱερὰ λόγια φάσκει, καὶ ἀνεῴχθησαν οἱ καταρράκται τοῦ οὐρανοῦ καὶ αἱ πηγαὶ τῆς 23 ἀβύσσου ἐρράγησαν ἐπὶ ἡμέρας μʹ, ἤγουν μέχρι τῆς εʹ τοῦ δʹ μηνὸς παρ' Ἑβραίοις Θαμνεί, τῷ Ἐπιφεὶ κατ' Αἰγυπτίους μηνὶ ιαʹ, ζʹ δὲ παρὰ Ῥωμαίοις, τῷ καὶ Ἰουλίῳ, εʹ φασὶν ἡμέρᾳ τῆς ἑβδομάδος, κατὰ δὲ σελήνην ζʹ· ὃ καὶ παραδοξότατον ἦν, ἐν ἀκμῇ τῆς θερινῆς ὥρας τοιούτους ὄμβρους ὑπερφυῶς ἐπιρραγῆναι τῷ κόσμῳ δι' ὑπερβολὴν ἁμαρτίας. πνεύ ματος δὲ τῇ γῇ κατὰ θείαν ἐπιπνεύσαντος πρόσταξιν μετὰ τὰς ρνʹ ἡμέρας ἤρξατο ἐλαττοῦσθαι τὸ ὕδωρ ἀπὸ κδʹ τοῦ παρ' Ἑβραίοις ζʹ μηνὸς Θεελείφ, βʹ δὲ παρ' Αἰγυπτίοις Φαωφὶ ιθʹ, ἤτοι κατὰ Ῥωμαίους ιʹ μηνὶ Ὀκτωβρίῳ, γʹ τῆς ἑβδομάδος ἡμέρᾳ, σελήνης, ὥς φασί, νεομηνίᾳ, ἕως ιαʹ Ἑβραϊκοῦ μηνὸς Σαβὰτ τῆς νεομηνίας, ἤτοι κεʹ τοῦ Τυβίτ, τοῦ καὶ Ἰανουαρίου μηνὸς πρώτου κατὰ Ῥωμαίους, ἡμέρᾳ βʹ τῆς ἑβδομάδος, σελήνης ιʹ, ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ, τοῦτ' ἔστι τῆς Ἀρμενίας. καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων, καὶ μεθ' ἡμέρας μʹ ἐξαπέστειλε Νῶε διὰ θυρίδος τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ, τῇ ιαʹ τοῦ δω δεκάτου μηνὸς Ἀδάρ, εʹ τοῦ Φαμενώθ, ἐν ἀρχῇ τοῦ Μαρτίου κατὰ Ῥωμαίους γʹ μηνός, ἡμέρᾳ τῆς ἑβδομάδος ζʹ, κατὰ δὲ σελήνην κʹ· καὶ ἀπελ θὼν οὐχ ὑπέστρεψεν ὁ κόραξ. καὶ μεθ' ἡμέρας ζʹ ἀπέστειλε τὴν περι στεράν, καὶ μὴ εὑροῦσα ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτόν· καὶ μετ' ἄλλας ζʹ ἡμέρας, τῇ ιηʹ τοῦ μηνὸς Ἀδάρ, ιβʹ τοῦ Φαμενώθ, Μαρτίου δὲ αὖθις ἀπέστειλε αὐτὴν ἐκ τῆς κιβωτοῦ, καὶ ὑπέστρεψε πρὸς ἑσπέραν ἔχουσα φύλλον ἐλαίας ἐν τῷ στόματι ἐν ἡμέρᾳ ἑβδομάδος ζʹ, σελήνης δὲ κβʹ. μετὰ δὲ ἄλλας ἑπτὰ ἡμέρας πάλιν ἀπέλυσε τὴν περιστερὰν τῇ κεʹ τοῦ αὐτοῦ ιβʹ παρ' Ἑβραίοις μηνὸς Ἀδάρ, ἤτοι τῇ καʹ τοῦ Φαμενώθ, Μαρτίου δὲ ιηʹ, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι. Κατὰ δὲ τὴν ἀρχὴν τοῦ κοσμικοῦ βσμγʹ ἔτους, τῷ χαʹ ἔτει τῆς ζωῆς Νῶε, τῇ νεομηνίᾳ τοῦ πρώτου μηνὸς Νισάν, ἤτοι τῇ κθʹ τοῦ κατ' Αἰγυπ τίους ζʹ μηνὸς Φαμενώθ, Μαρτίου κεʹ, ἐν ἡμέρᾳ αʹ τῆς ἑβδομάδος, κατὰ σελήνην ιβʹ, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· ἐν δὲ τῷ βʹ μηνὶ Ἰὰρ κζʹ, ἤτοι Παχὼν κεʹ, ἐξηράνθη ἡ γῆ· καὶ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ Νῶε καὶ οἱ σὺν αὐτῷ, ἐν ἡμέρᾳ αʹ τῆς ἑβδομάδος. τούτων ἡμῖν ἐκ τῶν διὰ Μωυσέως θεοπνεύστων γραφῶν κατειλημμένων περιττὸν ἂν εἴη προσέχειν Χαλ δαϊκαῖς καὶ Αἰγυπτιακαῖς ἱστορίαις τοὺς ἀδιστάκτως πιστεύοντας ὅτι ὁ κο σμικὸς ἐπὶ Νῶε κατακλυσμὸς γέγονε τῷ βσμβʹ ἔτει τοῦ κόσμου. αὐταὶ γὰρ χρόνων ἀπείρους εἰσάγουσαι μυριάδας πρὸς ἀνατροπὴν τῆς ἀληθείας πάντα κατασκευάζουσιν, εἰ καὶ