12
καὶ πρότερον ὁ πρωτοστράτωρ, τῷ μεγάλῳ δὲ μάλιστα δομεστίκῳ ἐκ τῆς πρὸς Ἀδριανοῦ πόλιν παρὰ τῷ βασιλεῖ Μιχαὴλ διατριβῆς, χρόνῳ πολλῷ τῆς φιλίας αὐτοῖς ἰσχυρᾶς γενομένης, δεῖν ᾠήθησαν κοινωνὸν καὶ αὐτὸν τῶν πραττομένων παραλαβεῖν· φιλίας τε τῆς πρὸς αὐτοὺς ἕνεκα καὶ ἀνδρίας καὶ πολεμικῆς ἐμπειρίας καὶ φρονήσεως, ἧς αἱ τοιαῦται μάλιστα τῶν πράξεων δέονται· ἀνακαλύπτουσιν αὐτῷ τοιγαροῦν ὅσα τε ὁ βασιλεὺς μηνύσειε τῷ ἐγγόνῳ, ὁποίων τε τύχοι τῶν ἀποκρίσεων, ἔτι τε ὅσα καὶ αὐτοὶ περὶ τῶν καθ' ἑαυτοὺς βουλεύσαιντο πραγμάτων. ἃ δὴ πάντα καλῶς ἔχειν ἐπιψηφισάμενος καὶ αὐτὸς, κοινωνεῖν αὐτοῖς εἵλετο καὶ τῶν βουλευμάτων καὶ τῶν κινδύνων μέχρι παντός. ἐδέδοκτο δὲ τούτοις ἅμα τῷ βασιλεῖ, πρὸς μηδένα μηδαμῶς ἕτερον τῶν Ῥωμαίων ἐκφανῆ γενέσθαι τὰ βουλευόμενα, ὅτι μὴ τουτοισὶ τοῖς τρισὶ, δομεστίκῳ δηλαδὴ τῷ μεγάλῳ καὶ τῷ Συναδηνῷ πρωτοστράτορι καὶ Συργιάννῃ, καὶ Γεννουΐταις Λατίνοις ἑτέροις τρισὶ, φίλοις μὲν οὖσι δεδοκιμασμένοις τῷ βασιλεῖ, δυναμένοις δὲ μεγάλα πρὸς τὴν εἰς Χριστοῦ πόλιν ἐκ Βυζαντίου συγκαταπράξασθαι φυγὴν αὐτοῖς. ἐπηγγείλαντο γὰρ αὐτοὶ, τρεῖς μὲν τριήρεις οἰκείοις ἀναλώμασι πληρώσειν, ἑπτὰ δ' ἑτέρας ἐκ βασιλέως λαβόντες χρήματα, ὡς δέκα τὰς συμπάσας γενομένας, καὶ πρὸς τὴν ἀπόδρασιν, εἰ δεήσει, συνάρασθαι τῷ βα 1.39 σιλεῖ, καὶ πρὸς τῇ Χριστοῦ πόλει συμμαχούσας καρτερῆσαι, ἄχρις ἂν ὁ βασιλεὺς εὖ διάθοιτο τὰ κατ' αὐτόν· ὀνόματα δ' αὐτοῖς, ἀπὸ μὲν τοῦ τῶν Ὀρίων γένους, Ῥάφων τε Ὄρια, ἀπὸδὲ τοῦ Σπινουλῶν, Φρερίγω Σπίνουλα, ἐκ δὲ τῶν Ντεμὰρ, Ῥάφων Ντεμάρ. αὖθις δ' ἅμα τοῖς δυσὶ βουλευομένῳ τῷ βασιλεῖ περὶ τοῦ, ποτέραν χρὴ τῶν πόλεων ἀποδιδράσκοντας ἑλέσθαι, ὡς ἂν καὶ ὁ πρωτοστράτωρ τὴν δοκοῦσαν αὐτῷ τὸ νικᾷν ἔχειν εἰσενέγκῃ ψῆφον, καὶ τὴν μὲν Χριστοῦ πόλιν τῇ παρὰ τοῦ Κράλη συμμαχίᾳ παραζευγνύοντος, τῇ Ἀδριανοῦ δὲ τὴν πολυανθρωπίαν καὶ τὴν ἐγκαθιδρυμένην ἐκεῖ στρατιὰν, καὶ τὸ πλείστους εἶναι τῶν οἰκούντων ἐκεῖ τὰ τοῦ νέου βασιλέως ᾑρημένους· ὁ πρωτοστράτωρ μὲν τὴν εἰς Ἀδριανοῦ πόλιν ᾑρεῖτο· οὔπω δὲ πέρας τῆς βουλῆς λαβούσης, ἀνέστησαν. εἶτ' αὖθις ἅμα δομεστίκῳ τῷ μεγάλῳ μόνῳ καὶ βασιλεῖ περὶ τῶν αὐτῶν τούτων βουλευομένων καὶ συνιδόντων, ὡς Συργιάννῃ μὲν καὶ τῷ μεγάλῳ δομεστίκῳ, τῇ Θρᾴκῃ τῶν γαμετῶν ἐνδιατριβουσῶν, ῥᾴδιόν ἐστιν ὅποι βούλονται ταύτας ἀπαγαγεῖν, πρωτοστράτορι δὲ τῆς γαμετῆς ἅμα δυσὶ θυγατριδίοις τῇ Ἀδριανοῦ πόλει ἐγκαθιδρυμένης, πολὺ τὸ δύσκολον μετακινεῖσθαι· εἶτα καὶ τοῦτο προσεπινοουμένων, ὡς καὶ τὸ τοσαύτην ἀνάγκην τῷ πρωτοστράτορι ἐπαγαγεῖν, ἀγνωμοσύνης ἂν εἴη πολλῆς, καὶ τὸ δυσκόλως ἔχοντα πρὸς ταῦτα τῆς κοινωνίας ἀπωθεῖσθαι, καὶ ἀβουλίας ἅμα καὶ ἀδικίας· τοῦτο μὲν, εἰ πρὸς πάντα βέλτιστον 1.40 ἄνδρα μικρᾶς ἀπώσαιντο αἰτίας ἕνεκα· ἀδικίας δ', ὅτι αὐτοὶ προσκαλεσάμενοι καὶ προσεταιρισάμενοι, καὶ σπουδὴν πολλὴν καὶ προθυμίαν πρὸς τὸ σὺν αὐτοῖς κινδυνεύειν εἰσενεγκόντα νῦν ἀπωθοῦνται, ἔδοξε θεῷ θαῤῥήσαντας, καὶ ὑποψίαν κινδύνου μικρὰν τοῦ ἑταίρου χάριν ἀναδεξαμένους τὴν εἰς Ἀδριανοῦ πόλιν μᾶλλον ἐπιψηφίσασθαι. οὕτω πέρας ἐπιθέντες τῇ περὶ τούτου βουλῇ, καὶ τῷ πρωτοστράτορι δῆλα καταστήσαντες τὰ τῆς γνώμης, ἀνεπτέρωσάν τε πρὸς τὸ πράττειν, καὶ προθυμότερον ἀπέδειξαν ἑαυτοῦ. Ἀλλὰ τὰ μὲν κατ' αὐτοὺς τοιαῦτα, βασιλεὺς δ' ὁ πρεσβύτερος τῇ πρὸς τὸν ἔγγονον ὀργῇ λίαν παρωξυμένος, οὔτε προσιόντα καθημέραν προσηγόρευε τὸν ἔγγονον, οὔτε μὴν πρὸς τὴν οἰκίαν ἀπιόντα πάλιν προσρήσεως ἠξίου τινός· ἀλλ' οὐδὲ βελτίονος ἢ φαύλου λόγου ἐπὶ τέσσαρσιν ὅλοις μησὶ μετέδωκε, πλὴν ὅτι τοῦ νέου βασιλέως ἐξεπίτηδες ὁσημέραι τοῖς βασιλείοις καὶ ὑπὲρ τὸ δέον προσκαρτεροῦντος, ὁρῶν ὁ βασιλεὺς τῆς προσεδρείας τὴν ἀκαιρίαν, ὥσπερ ὑπ' ἀνάγκης συνωθούμενος, «ἄπελθε λοιπὸν πρὸς τὴν σὴν οἰκίαν» ἔλεγε τῷ ἐγγόνῳ, μηδέν τι τούτου προστιθεὶς πλέον. οὐ μὴν ἀλλὰ καὶ μετὰ τῶν τῆς συγκλήτου καὶ τῶν ἐν ἀξιώμασι τοῦ νέου βασιλέως τῷ πάππῳ παρισταμένου, οὐδέποτ' ἐπέτρεψε καθεσθῆναι, πρὸς δὲ τοὺς ἄλλους τῆς