12
τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ων ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ' ἑτέρα ̔Ραχὴλ ἐπεκέκλητο. εἰς ερωτα δὲ τῆς νεωτέρας ἠρέθιστο ̓Ιακὼβ ἀστείας ουσης τὸ ειδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ' ὁμολογεῖ κατεγγυῆσαι τῷ ̓Ιακὼβ τὴν ̔Ραχήλ, εἰ ἐπὶ ετη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ ̓Ιακώβ. γνοὺς δὲ μεθ' ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν ̔Ραχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αυθις δουλεῦσαι ὁ ̓Ιακώβ, δουλούμενος ερωτι, καὶ μεθ' ἑτέραν ἑπταετίαν καὶ τῇ ̔Ραχὴλ συνευνάζεται. Τῇ μὲν ουν Λείᾳ παῖδες ησαν ἐξ ̓Ιακώβ. καὶ ̔Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον οτι κατ' ελεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν 1.30 γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· κοινωνίας τουνομα σημαίνει βεβαιωτήν. μεθ' ον ̓Ιούδας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ ̔Ραχὴλ παιδίον οὐκ ην, καὶ δεδοικυῖα μὴ δι' ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ ̓Ιακὼβ ἡ Βάλλα γεννᾷ, καὶ ∆ὰν ἐκλήθη ὁ παῖς· θεόκριτον ειποιεν Ελληνες. κἀκ τῆς αὐτῆς αυθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οιον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ ̓Ιακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αυτη ἐγείνατο Γάδ· τυχαῖον αν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ετερον, ουτος δ' ην ὁ ̓Ασήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ Λείᾳ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αιτιος. τῇ Λείᾳ δὲ ̔Ρουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ῃτει ̔Ραχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ' ἐκείνην τὴν νύκτα λέκτρον τοῦ ̓Ιακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ ̔Ραχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ ̓Ιακώβ, καὶ τίκτει παῖδας ετι δύο τὸ γύναιον, τὸν ̓Ισάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ονομα, καὶ Ζαβουλών, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν ∆εῖναν. γίνεται δὲ καὶ τῇ ̔Ραχὴλ υἱὸς ̓Ιωσήφ· τὸ δ' ονομα προσθήκην τινὸς γενησομένου δηλοῖ. Ετη μὲν ουν εικοσιν ἐποίμαινε τῷ πενθερῷ ̓Ιακώβ· ειτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. οθεν 1.31 καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων απερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. ̔Ραχὴλ δὲ καὶ τὰ ειδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ' ιν' εχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ Λάβαν καθ' ἑβδόμην ἡμέραν καταλαβόντος, κατ' οναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ ̓Ιακώβ. μεθ' ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ ̓Ιακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεῶν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ος ἠρεύνα. ἡ ̔Ραχὴλ δὲ τὰ ειδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ Λάβαν μὴ αν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ' ̓Ιακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ' ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ αγγελον ειναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοῖραν εξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ελεγε δεῖν, καὶ ̓Ισραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν αλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, ̓Ιώσηπος δὲ τὸν ἀντιστάντα θείῳ ἀγγέλῳ σημαίνειν φησίν. ̓Ιακὼβ δὲ τὸν τόπον καλεῖ