12
ἀεικίας. ̓Αεινεφίσ. ἡ τύφλωσις. † ̓Αερσίπουσ. ταχυτάτη.† alpha.52 ̓Αειφυγία. ἡ εἰς ἀεὶ φυγή. χωρήσειν δ' αὐτοῖς απαντα κατὰ νοῦν, εἰ τὸν αὐτόχειρα ἐλάσουσι τοῦ στρατοῦ ἀειφυγίᾳ. ̓Αειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. ουτως ∆ημοσθένης καὶ ̓Ισαῖος. (Οὐδέτερον.) ̓Αεικελέσ. ἀπρεπές. ̓Αειθαλέσ. τὸ ἀεὶ θάλλον. ̓Αείρυτον. τὸ ἀεὶ ῥέον. Αερκτον. τὸ αφρακτον. ερκος γὰρ τὸ περίφραγμα. ̓Αερόεν. μέγα σκοτεινόν. ̓Αεκήλια. οὐκ εἰρηναῖα, οὐδ' ησυχα, ἀλλὰ ταραχώδη. Αειλα. τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ελης. ̓Αείδελον. ἀφανές. ειδω, τὸ γινώσκω, τὸ οιδα. γίνεται ειδελος, ὡς πέμπω πέμπελος. ὡς ̔Ησίοδος περὶ Αὐτολύκου. ̓Αετώματα. στεγάσματα. ̓Αέτειον. η πτερὸν η κρέας. alpha.53 ̓Αεροτόμα. τὰ πετεινὰ τὰ τοῖς πτεροῖς τέμνοντα τὸν ἀέρα. Αεισμα καινόν. υμνος καινός. ̓Αείσωμεν. ὁδεύσομεν. Αεθλον. τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον. νηῶν δ' εφερ' αεθλα. ἀπὸ τοῦ ἐθέλω, ἐπιτάσει τοῦ ˉα, αεθλον. ( ̔Ρῆμα.) ̓Αεθλεύειν. ἀγωνίζεσθαι. ̓Αείρασ. κουφίσας, ἐπάρας, βαστάσας. ̓Αεροβατεῖν. εἰς τὸν ἀέρα βαίνειν. ̓Αείδω. τὸ λέγω. ̓Αέξει. αυξει. ̓Αεικίσουσιν. ὑβρίσουσιν. ̓Αεικίζει. ἀπολλύει, φθείρει. οἱ δὲ ἀντὶ τοῦ αἰκίζεται. ̓Αελπέων. οὐκ ἐλπίζων. ̓Αερέθονται. αιρονται. η λίαν παροξύνονται. ̓Αέντεσ. πνέοντες. παρὰ τὸ αω τὸ πνέω. ̓Αερτάζειν. βαστάζειν. ̓Αείλλειν. θωπεύειν, κολασεύειν, ἀπατᾷν. alpha.54 Αειρε. πρόσφερε. μή μοι οινον αειρε μελίφρονα- καὶ ἀντὶ τοῦ εβαλε. καὶ ιπνια λύματ' αειρεν. † ̓Αειροῦσ. ὁ ἀεὶ ῥέων.† ̓Αεικίσω. ὑβρίσω. ὡς εὐγενὴς εὐγενίζω, ουτως ἀεικὴς ἀεικίζω. ̓Αειρόμεναι. κουφιζόμεναι. παρὰ τὸ αιρειν. η ἀὴρ, ἀέρος, ἀέρω, καὶ πλεονασμῷ τοῦ ˉι ἀείρω. ̓Αέσαμεν. ἀνεπαυσάμεθα. Ομηρος· νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες. ̓Αέλπτωσ. ἀνελπίστως. ̓Αένναοσ. ὁ ἀεὶ νάων καὶ ῥέων. ὁ δὲ ̓Ιουστινιανὸς ωσπερ ποταμὸς ἀένναος ἐδῄου τοὺς ὑπηκόους. ̓Αείσαμεν. ὁδεύσαμεν. η ἠκούσαμεν δι' ἰῶτα. Τὸ Α μετὰ τοῦ Ζ. ( ̓Αρσενικόν.) Αζηλοι. οἱ ατιμοι. Αζυγεσ. οἱ μονάζοντες. καὶ ἀζυγῶν τῶν μοναστῶν. ἡ εὐθεῖα ὁ αζυξ. alpha.55 Αζυμοι. καθαροί. ατυφοι. οἱ επαρσιν μὴ εχοντες. τὸ γὰρ αζυμον οὐχ ὑψοῦται. Αζην. ὁ πώγων κατὰ Φρύγας. ̓Αζείρου. τοῦ ἀζώστου η πολυζώστου. ἀπὸ τοῦ ζειρά. ̓Αζειῶται. Τρωϊκὸν εθνος. ̓Αζειάδησ. κύριον. καὶ πατρωνυμικῶς ̓Αζειάδα. ̓Αζέμελκοσ. ̓Αζείδης. ̓Αζήϊος. ̓Αζηνᾶς. ̓Α νεύς. καὶ Αζωρος. ὀνόματα κύρια. ̓Αζηρόσ. ὁ μὴ ξηρός. ̓Αζαώθ. ονομα κύριον. Αζυξ. ὁ μὴ συνεζευγμένος γάμῳ. καὶ ὁ κέλης ιππος. ̓Αζητόσ. ὁ σεβαστός. (Θηλυκόν.) ̓Αζηνία. δῆμος ἐστὶ τῆς φυλῆς τῆς ̔Ιπποθωοντίδος. ̓Αζαλέην. κατάξηρον. Ομηρος· βοῦν ἀζαλέην. (Οὐδέτερον.) ̓Αζήμιθρον. ητοι ἀζήμιον. Αζειρον. τὸ ἀποίκιλτον. ζειρὸν γὰρ τὸ ποικίλον. η τὸ αχρωστον. ̓Αζηλόεν. τὸ μέλαν. ̓Αζήτητον. τὸ ζήτησιν καὶ κατηγορίαν εχειν κεκωλυμένον. ουτως Αἰσχίνης. ̓Αζηχέσ. τὸ ἀδιάλειπτον. τροπῇ τοῦ ˉδ εἰς ˉζ. ἀδηχὲς γάρ. αδην δέ ἐστι τὸ ἀδιάλειπτον. η ἀζηχὲς τὸ μεγαλόηχον. οιον· -ἀζηχὲς μεμαυῖα. ( ̔Ρῆμα.) ̓Αζείρει. ἀντὶ τοῦ ζέει. ἀζήρει δὲ, ἀντὶ τοῦ ξηραίνει, ˉη. alpha.56 Αζω. τὸ ξηραίνω. αζω· τὸ σέβομαι· ο καὶ δασύνεται. Αζειν η ̓Αζεῖν. τὸ στόμα ἀθρόως προσπνεῖν. ( ̓Επίῤῥημα.) ̓Αζητῶσ. σεβαστῶς. ̓Αζημίωσ. ἀβλαβῶς. κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις. Τὸ Α μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) ̓Αήρ. ου πᾶσαι αἱ κινήσεις κατὰ φύσιν εἰσίν. ἀὴρ δὲ ἐστὶ στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερμὸν, τοῦ πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφύσεως αιτιον, ἀχρωμάτιστον ητοι ἐκ φύσεως χρῆμα μὴ κεκτημένον· διειδὲς, διαφανές· φωτὸς γὰρ ἐστὶ διεκτικὸν, καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν, δι' αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν καὶ ὀσφραινόμεθα. δεκτικὸν θάλψεώς τε καὶ ψύξεως, ξηρότητός τε καὶ ὑγρότητος, ου πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσὶν, ανω, κάτω, εσω, εξω, δεξιὰ, ἀριστερὰ, καὶ ἡ κυκλοφορικὴ κίνησις. οικοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ' ὑπὸ ἡλίου καὶ σελήνης καὶ αστρων καὶ πυρὸς φωτιζόμενος. καὶ τοῦτο ἐστὶν ο ειπεν ἡ γραφή· σκότος ην ἐπάνω τῆς ἀβύσσου, θέλουσα δεῖξαι, ὡς οὐκ οικοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ' αλλη ἐστὶν οὐσία τοῦ φωτός. παρὰ τὸ αω, τὸ