Καὶ ἐν τοῖς Ὅρκοις δὲ οὕτως· Oὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον, Aὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον, Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς. Τί βούλεται τὸ λέγειν αὐτὸν Aὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον; Aὐδὴν ἐνταῦθα τὸν τοῦ θεοῦ ὀνομάζει λόγον, δι' οὗ οὐρανὸς καὶ γῆ καὶ ἡ πᾶσα ἐγένετο κτίσις, ὡς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι τῶν ἁγίων ἀνδρῶν προφητεῖαι, αἷς ἐν μέρει καὶ αὐτὸς ἐν τῇ Aἰγύπτῳ προσχὼν ἔγνω ὅτι τῷ λόγῳ τοῦ θεοῦ πᾶσα ἐγένετο κτίσις. ∆ιὸ καὶ μετὰ τὸ φῆσαι· Aὐδὴν ὁρκίζω σε πατρός, ἣν φθέγξατο πρῶτον, παραυτὰ συνάπτει λέγων· Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς. Ἐνταῦθα τὸν λόγον αὐδὴν διὰ τὸ ποιητικὸν ὀνομάζει μέτρον. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀπὸ τοῦ μικρῷ πρόσθεν τοῦ μέτρου συγχωροῦντος αὐτῷ λόγον αὐτὸν ὀνομάζειν. Ἔφη γάρ· Eἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε. Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σί βυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκειν περὶ ἑνὸς καὶ μόνου θεοῦ συμβαίνει, ἀναγκαῖον ὑπομνῆσαι. Λέγει δὲ οὕτως· Eἷς δὲ θεὸς μόνος ἔστιν, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρώμενος αὐτὸς ἅπαντα, Aὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Eἶτ' ἀλλαχοῦ που οὕτως· Ἡμεῖς δ' ἀθανάτοιο τρίβους πεπλανημένοι εἰμέν, Ἔργα δὲ χειροποίητα γεραίρομεν ἄφρονι θυμῷ, Eἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων. Καὶ πάλιν ἀλλαχοῦ που οὕτως· Ὄλβιοι ἄνθρωποι κεῖνοι κατὰ γαῖαν ἔσονται, Ὅσσοι δὴ στέρξουσι μέγαν θεόν, εὐλογέοντες Πρὶν φαγέειν πιέειν τε, πεποιθότες εὐσεβίῃσιν· Oἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες Καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν, Aἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσι Τετραπόδων, βλέψουσι δ' ἑνὸς θεοῦ ἐς μέγα κῦδος. Ταῦτα μὲν οὖν ἡ Σίβυλλα. Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵνα μὴ δόξῃ τῆς Ὀρφέως ἀπᾴδειν ποιήσεως, ἣν οὕτως ζηλῶσαι προὔθετο, ὡς καὶ διὰ τοῦ πρώτου τῆς ποιήσεως ἔπους τὴν πρὸς αὐτὸν σημῆναι σχέσιν. Τοῦ γὰρ Ὀρφέως Μῆνιν ἄειδε, θεά, ∆ημήτερος ἀγλαοκάρπου ἐν ἀρχῇ τῆς ποιήσεως εἰρηκότος, αὐτὸς Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος γέγραφεν, ἑλόμενος, ὡς ἐμοὶ δοκεῖ, ἐν ἀρχῇ καὶ τοῦ κατὰ