EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου προσθήκην τῇ οὐσίᾳ παρέσχηκεν; Oὐκοῦν ἐλλιπὴς ἂν ἦν πρὸ τούτου, εἴ γε προσθήκην δεξαμένη. Ἀλλ' οὐδὲν ἀπὸ τούτου προσέλαβεν. Oὐκοῦν τὸ μεταβληθὲν οὐδὲν ἂν εἴη. Καὶ πῶς εἰς θείαν τὸ μηδὲν μετέπεσεν οὐσίαν; Ἀλλ' οὐκ εἰς τὴν οἰκείαν, φησίν, οὐσίαν ὁ λόγος ἀνέλυσεν τὸ σῶμα, ἀλλ' εἰς θείαν τοῦτο μετ εποίησεν. Πάλιν οὖν ἡμῖν ἀποκρινέσθωσαν, θείαν ὡς ἄλ λην παρὰ τὴν αὐτοῦ, ἢ ταὐτὸν τῇ αὐτοῦ; Καὶ εἰ μὲν ταὐτὸν τῇ αὐτοῦ, δύο θείας οὐσίας τοῦ λόγου κηρύξωμεν, μίαν μέν, καθ' ἣν ἐκ πατρὸς γεννηθεὶς εἶχεν, ἑτέραν δέ, καθ' ἣν καὶ αὐτὸ τὸ σῶμα κατ' αὐτὴν πεποίηκεν. Eἰ δὲ ἑτέραν παρὰ τὴν αὐτοῦ, οὐ θείαν δέ, κτιστὴν πάντως ἐροῦσιν. Θεότητος γὰρ καὶ κτίσεως οὐδὲν μέσον ἂν εἴη. Καὶ τί τῆς μεταβολῆς τῷ σώματι τὸ ἀναγκαῖον, εἴπερ εἰς κτιστὴν οὐσίαν πάλιν μετεποιεῖτο; Ἰλιγγιᾷς ἐπὶ ταῖς ἀπορίαις, καὶ τάχα που καὶ δέ διας μή πού τι τῶν εἰρημένων τὸν τῆς πίστεως ἡμῶν παραλύσῃ λόγον. Ἀλλ' ὅταν ἐγὼ ζητῶν ἀπορήσω, τότε τοῦ μυστηρίου τῶν Χριστιανῶν ἀνακράξω τὸ θαῦμα, ὅτι ὑπὲρ νοῦν, ὑπὲρ λόγον, ὑπὲρ κατάληψιν τὰ ἡμέτερα. Ὅταν δὲ καὶ σοὶ τὰ τοι αῦτα ζητοῦντι ἀπορία τις ἐπείη, πρόσφερε τοῖς ζητουμένοις ἑτοίμην λύσιν τὴν πίστιν, λογιζόμενος, ὅτιπερ ὅπου θεός, κἂν ἀγνοῆταί τι τῶν λεγομένων, ἢ δι' ὑπεροχὴν φύσεως ἢ δι' οἰκονομίας τρόπον, οὐδὲν ἀπὸ τούτου βλάβος τοῖς ἀγνοοῦσιν ἐγγίνεται. Πῶς δὲ ὅλως οὐ δεδίατε τὴν τόλμαν, τὰ θεῖα διευθύνειν ἐπιχειροῦντες; Ἢ τῶν θείων οὐκ ἀκηκόατε λόγων, οἳ τοὺς καθ' ἡμᾶς τῶν τοιούτων ἐγχειρήσεων ἀνείργοντες τὴν τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἡμῖν εἰκόνα προέθηκαν, ταύτῃ παιδεύοντες ἡμᾶς μὴ δεῖν περιέργους ἢ ἐξεταστὰς τῶν θείων καθίστασθαι, ἀλλ' εἴκειν τῇ βουλήσει τῇ θείᾳ, καθάπερ τὸν πηλὸν τῷ κεραμεῖ; Eὐλαβήθητε γοῦν ὀψέ ποτε καὶ φρο νήματι λίαν ἐπιεικεῖ τοὺς ὑμετέρους λογισμοὺς κοιμίσατε καὶ τὰς ἐν ὑμῖν ἐπαπορήσεις πίστις ἐπιλυέτω μόνη καὶ τοὺς λόγους τοὺς θείους κατὰ τὸ γεγραμμένον τρέμετε, ἵνα τῆς ἐπαναπαύσεως τῆς θείας ἄξιοι γενόμενοι τῶν μακαρίων ἐκείνων ·ημάτων παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπακούσητε, Ἐπὶ τίνα ἐπιβλέψω, λέγοντος, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύ χιον καὶ τρέμοντά μου τοὺς λόγους; Τούτοις οὖν περικλει σθεισῶν τῶν θεομάχων γλωσσῶν, πρὸς τὴν διαστολὴν ὁ λόγος ἐπειγόμενος τρέχει. Ὑμεῖς δὲ οἱ τῆς ἐκκλησίας υἱεῖς, οἱ τὴν ζήτησιν εὐσεβῶς ποιούμενοι καὶ τῶν ἐπαπορουμένων τὰς πεύσεις οὐ πειράζοντες ἀλλ' εἰ δυνατὸν μανθάνειν προσ άγοντες, ὧδέ μοι τὸν νοῦν εὐτρεπίσατε. Πολυσχιδὲς μὲν τῆς θείας διδασκαλίας τὸ σχῆμα, συναιρεῖται δὲ ὡς ἐν κε φαλαίῳ εἴς τε μάθησιν ἐντολῶν καὶ φυλακήν, εἴς τε τὴν θείαν γνῶσιν καὶ προσκύνησιν. Oἱ τοίνυν τῆς εὐσεβείας ἐρα σταὶ τὴν μὲν τῶν ἐντολῶν φυλακὴν καὶ μάθησιν κατ' οὐδὲν