οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου; Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐνεργῶν κατ' αὐτάς, φθαρτὸς οὐκ ἔστιν, οὐδ' ἄρα παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ, τῆς τὸν κόσμον παραγούσης, φθείρεται θεὸς τῇ ἐνεργείᾳ. Ὅσον δὴ καὶ βούλεται, καὶ οὐχ ὅσον δύναται, ἐνεργεῖ· καὶ οὐ ποιεῖ φθαρτὸν τὸν θεὸν ἡ τῆς ἐνεργείας συστολή. Oὐδ' ἄρα, ὅταν συστέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν συστέλλει τῆς δυνάμεως· ἀλλ' ἔστι μὲν ἡ δύναμις τοῦ θεοῦ ἀεὶ ἀμετά βλητος, κέχρηται δὲ ταῖς ἐνεργείαις ἐφ' ὅσον βούλεται. Oὐ γὰρ ἐνεργεῖ θεὸς καθάπερ ἐνεργοῦσιν οἱ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι ἔχοντες, καὶ παυσαμένης τῆς ἐνεργείας παύσονται καὶ αὐτοὶ τοῦ εἶναι, οἷον τὸ πῦρ καὶ ἡ χιών. Eἰ γὰρ οὕτως ἐνεργεῖ θεός, οὐχ ἕνεκεν τῶν γινομένων μᾶλλον ἢ ἕνεκεν τοῦ εἶναι αὐτὸν ἐνεργεῖ, ὡς, εἰ παύσοιτο τοῦ ἐνεργεῖν, παύσεται καὶ τοῦ εἶναι. Eἰ δὲ ἄτοπον τοῦτο, ἄτοπον ἄρα καὶ τὸ λέγειν μετα βλητὴν τὴν τοῦ θεοῦ δύναμιν τῇ συστολῇ τῆς ἐνεργείας, ἢ σα λευομένην τὴν οὐσίαν αὐτοῦ ταῖς ποικίλαις ἐνεργείαις ἄλλοτε ἄλλας προβαλλομένην. Καὶ καθάπερ ποιῶν ἡμᾶς ὁ θεὸς πρῶτον μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους, εἶτα γέροντας, οὐ κατὰ τὴν μεταβολὴν ποιεῖ τῆς δυνάμεως, οὐδὲ κατὰ τὴν φθο ρὰν τῆς ἐνεργείας, οὔτε κατὰ τὴν σαλευομένην αὐτοῦ οὐσίαν, ἐναλλάσσων ἡμῶν τὰς ἡλικίας κατὰ διαφόρους καιροὺς τῷ πρώτῳ καὶ ὑστέρῳ ἀλλήλων διαφερούσας, ἀλλὰ κατὰ τὴν προ βολὴν καὶ συστολὴν τῆς ἐνεργείας, οὕτως οὐ κατὰ τὴν μετα βολὴν τῆς δυνάμεως ἀρχὴν καὶ τέλος ἡ ἐνέργεια αὐτοῦ ἔχει, ἀλλὰ κατὰ προβολὴν καὶ συστολήν. Eἰ μὲν γὰρ συστελλομένης τῆς ἐνεργείας οὐκέτι ἠδύνατο ὁ θεὸς τῇ παυσαμένῃ ἐνεργείᾳ κεχρῆ σθαι, δικαίως ἂν ἐλέγετο φθορὰ ἐνεργείας· εἰ δὲ ἀεὶ δύναται τὴν αὐτὴν ἐνέργειαν, ὅτε βούλεται, προβάλλεσθαι, οὐκ ἄρα φθείρεται ἡ ἐνέργεια τοῦ θεοῦ συστελλομένη. Τῆς γὰρ δυνά μεως μὴ φθειρομένης ἀδύνατον φθαρῆναι τὴν ἐνέργειαν. Ἄλλη γάρ ἐστιν ἡ φθορὰ τῆς ἐνεργείας, καὶ ἄλλη ἡ συστολὴ τῆς ἐνεργείας, ὡς, εἰ μὴ συνεστέλλετο ἡ ἐνέργεια ἡ τὸν κόσμον ποιοῦσα, ἄπειροι ἂν κόσμοι ἐγένοντο τῷ πλήθει κατὰ τὴν ἄπαυστον ἐνέργειαν. Νῦν δέ, ἑνὸς μόνου τοῦ κόσμου γενομέ νου, τῷ πεπερασμένῳ τοῦ ἔργου δείκνυται πεπερασμένη ἡ ἐνέρ γεια ἡ τὸν κόσμον ποιήσασα. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοί νυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρ χει. Eἰ μηδὲν ἔχει ἔγχρονον ὁ θεός, οὐδ' ἄρα τὸ ποιεῖν ἔχει· ἔγχρονον γὰρ τὸ ποιεῖν. Καὶ εἰ ποιεῖ τὸν κόσμον ὁ θεός, μὴ τὴν οὐσίαν αὐτοῦ παράγων, οὐ ποιεῖ τὸν κόσμον· ὁ γὰρ κόσμος χωρὶς οὐσίας οὐκ ἔστι κόσμος. Eἰ δὲ ὁ κόσμος οὐσίαν ἔχει ἀποίητον, ἐξ ἀνάγκης καὶ ἀφρούρητός ἐστιν· οὗ γὰρ πρὸς τὸ γενέσθαι κατ' οὐσίαν οὐ δέεται, τούτου οὐδὲ πρὸς τὸ φρου ρεῖσθαι ἐπιδέεται· ἡ γὰρ ἀγένητος φύσις οὐδενὸς τῶν ἔξωθεν ἑαυτῆς ἐστιν ἐπιδεκτική. Καὶ εἰ ἐπὶ παντὸς χρὴ ἢ τὴν φάσιν