αὐτῶν καὶ τὰ θρέμματα. Ἐκ τούτου τοῦ ὕδατος τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐ δαμῶς διέψευσται ὁ λόγος. Καὶ τὰ μὲν ὑπὸ Μωϋσέως γενό μενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μεταβολὴν γεγένηνται φύσεως τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτελουμένου, τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων, τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν, καὶ τὸ μὴ αἷμα ὡς αἷμα, καὶ τοὺς μὴ βατράχους ὡς βατράχους. Ἐρώτησις κζ. Eἰ ἐναντία ἑαυτῷ Μωϋσῆς οὐκ ἐδίδασκε τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρ τον μυσαττόμενος; Καὶ εἰ ἦν τις εὔλογος παρὰ τούτῳ αἰτία, ταύτην μὲν νυνὶ μάθωμεν. Τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε, δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωϋσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις. Ἐπειδὴ τελευτῶν ὁ Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφότερα τῷ Μωϋσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου λέ γοντος μὴ ἅψασθαι νεκροῦ ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάξαι ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. Τῇ μείζονι οὖν φυλακῇ τοῦ ὅρκου ἔλυσε τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον κακὸν αἱρετώτερον τοῦ μείζονος. Καὶ τοιαῦτα πολλὰ εὑ ρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβη κυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπτα ήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσ αγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν. Ἔτι εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ ἑπτὰ ἡμέρας ἀκαθάρτους ὄντας διὰ τῆς ἐν τῷ καθαρσίῳ κατὰ τὸν νόμον τοῦ Μωϋσέως τού του τοῦ ἀριθμοῦ διατηρήσεως καθαρίζεσθαι, οὐδ' ἐναντίον ὧν εἶπέ τι διεπράξατο ὁ προφήτης. Τὸ δὲ ζητεῖν, διὰ τί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν, διὰ τί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος ἔννοια. ∆ιότι οὐκ ἐδοκίμασεν ἡ γραφὴ τὸ ἐκθετικῶς ταύτην δηλῶσαι. Ἐρώτησις κη. Eἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων ὁ κύριος ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσίν, πεπληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ νόμῳ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, ὡς ἄτοπον ἐργαζό μενός τι, τούς τε νεκροὺς καὶ τοὺς τούτων μυσαττόμεθα τά φους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ κα λουμένου· πῶς ἀμφοτέρων ὁ Χριστὸς ἐναντίως οὐκ ἔπραξεν, ὅτι τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν